Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 11

227 Μαρδοχαῖος δὲ τούτους κομίσαντος αὐτῷ τοῦ εὐνούχου παρὰ τῆς Ἐσθῆρος τοὺς λόγους ἀπαγγέλλειν ἐκέλευσεν αὐτῇ, μὴ τὴν ἰδίαν οὕτως σκοπεῖν σωτηρίαν, ἀλλὰ τὴν κοινὴν τοῦ ἔθνους· εἰ γὰρ ἀμελήσειεν τούτου νῦν, ἔσεσθαι μὲν αὐτῷ βοήθειαν παρὰ τοῦ θεοῦ πάντως, αὐτὴν δὲ καὶ τὸν πατρῷον οἶκον αὐτῆς ὑπὸ τῶν ὀλιγωρηθέντων διαφθαρήσεσθαι.
228 ἡ δὲ Ἐσθήρα ἐπέστειλεν μὲν τῷ Μαρδοχαίῳ τὸν αὐτὸν πέμψασα διάκονον εἰς Σοῦσα πορευθέντι τοὺς ἐκεῖ Ἰουδαίους εἰς ἐκκλησίαν συναγαγεῖν καὶ νηστεῦσαι πάντων ἀποσχομένους ὑπὲρ αὐτῆς ἐπὶ τρεῖς ἡμέρας, τὸ δʼ αὐτὸ ποιήσασα μετὰ τῶν θεραπαινίδων τότε προσελεύσεσθαι τῷ βασιλεῖ παρὰ τὸν νόμον ὑπισχνεῖτο, κἂν ἀποθανεῖν δέῃ τοῦτο ὑπομενεῖν.
229 Καὶ Μαρδοχαῖος μὲν κατὰ τὰς Ἐσθῆρος ἐντολὰς τόν τε λαὸν ἐποίησεν νηστεῦσαι καὶ τὸν θεὸν αὐτὸς ἱκέτευσε μηδὲ νῦν ὑπεριδεῖν αὐτοῦ τὸ ἔθνος ἀπολλύμενον, ἀλλʼ ὡς καὶ πρότερον αὐτοῦ πολλάκις προενόησεν καὶ ἁμαρτόντι συνέγνω, καὶ νῦν αὐτὸ ῥύσασθαι τῆς κατηγγελμένης ἀπωλείας·
230 οὐδὲ γὰρ ἁμαρτόν τι κινδυνεύειν ἀκλεῶς ἀποθανεῖν, ἀλλʼ αὐτὸν γὰρ εἶναι τὴν αἰτίαν τῆς Ἀμάνου ὀργῆς, ὅτι μὴ προσεκύνησα μηδʼ ἣν σοί, δέσποτα, φησίν, τιμὴν παρεῖχον, ταύτην ἐκείνῳ παρασχεῖν ὑπέμενον, ὀργισθεὶς ταῦτα κατὰ τῶν μὴ παραβαινόντων τοὺς σοὺς νόμους ἐμηχανήσατο.
231 τὰς δʼ αὐτὰς ἠφίει καὶ τὸ πλῆθος φωνάς, παρακαλοῦν προνοῆσαι τὸν θεὸν τῆς σωτηρίας αὐτῶν καὶ τοὺς ἐν ἁπάσῃ τῇ γῇ Ἰσραηλίτας ἐξελέσθαι τῆς μελλούσης συμφορᾶς· καὶ γὰρ πρὸ ὀφθαλμῶν αὐτὴν εἶχον ἤδη καὶ προσεδόκων. ἱκέτευε δὲ καὶ Ἐσθήρα τὸν θεὸν τῷ πατρίῳ νόμῳ ῥίψασα κατὰ τῆς γῆς ἑαυτὴν καὶ πενθικὴν ἐσθῆτα περιθεμένη,
232 καὶ τροφῇ καὶ ποτῷ καὶ τοῖς ἡδέσιν ἀποταξαμένη τρισὶν ἡμέραις ᾔτει τὸν θεὸν ἐλεηθῆναι μὲν αὐτήν, δόξαι δʼ ὀφθεῖσαν τῷ βασιλεῖ πιθανὴν μὲν τοὺς λόγους παρακαλοῦσαν τὸ δὲ εἶδος εὐπρεπεστέραν τῆς τάχιον οὖσαν,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi