Kitap 11
241
μόλις δʼ αὐτῆς καὶ ταῦτα φθεγγομένης καὶ μετὰ ἀσθενείας αὐτόν τε ἀγωνία καὶ ταραχὴ κατελάμβανεν καὶ τὴν Ἐσθῆρʼ εὐψυχεῖν καὶ τὰ κρείττω προσδοκᾶν παρεθάρρυνεν, ὡς αὐτοῦ καὶ τὰ ἡμίση τῆς βασιλείας, εἰ δέοιτο τούτων, παραχωρήσοντος αὐτῇ.
242
ἡ δὲ Ἐσθήρα ἐφʼ ἑστίασιν αὐτὸν μετὰ Ἀμάνου τοῦ φίλου πρὸς αὐτὴν ἐλθεῖν ἠξίωσεν· παρεσκευακέναι γὰρ αὐτὴν δεῖπνον ἔλεγεν. ὡς δʼ ἐπένευσεν καὶ παρῆσαν, μεταξὺ πίνων τὴν Ἐσθῆρα ἐκέλευσε δηλοῦν αὐτῷ, τί βούλεται·
243
μηδενὸς γὰρ ἀτυχήσειν, μηδʼ ἂν τὸ μέρος τῆς βασιλείας ἐθελήσῃ λαβεῖν. ἡ δὲ εἰς τὴν ἐπιοῦσαν ἀνεβάλλετο φράζειν αὐτῷ τὴν αὐτῆς βούλησιν, εἰ πάλιν ἔλθοι πρὸς αὐτὴν μετὰ Ἀμάνου ἐφʼ ἑστίασιν.
244
Τοῦ δὲ βασιλέως ὑποσχομένου ὁ Ἀμάνης ἐξῆλθεν περιχαρὴς ἐπὶ τῷ μόνον ἠξιῶσθαι συνδειπνεῖν τῷ βασιλεῖ παρὰ τῇ Ἐσθήρᾳ, καὶ ὅτι μηδεὶς τοσαύτης ἄλλος τυγχάνει παρὰ τοῖς βασιλεῦσι τιμῆς. ἰδὼν δʼ ἐν τῇ αὐλῇ Μαρδοχαῖον ὑπερηγανάκτησεν· οὐδὲν γὰρ αὐτῷ παρʼ αὐτοῦ θεασαμένου πρὸς τιμὴν ἐγένετο.
245
καὶ παρελθὼν πρὸς αὑτὸν τὴν γυναῖκα Γάζασαν ἐκάλεσεν καὶ τοὺς φίλους. ὧν παρόντων διηγεῖτο τὴν τιμήν, ἧς οὐ παρὰ τοῦ βασιλέως ἀπολαύοι μόνον, ἀλλὰ καὶ παρὰ τῆς βασιλίσσης· καὶ γὰρ τήμερον ὡς δειπνήσειεν παρʼ αὐτῇ μόνος σὺν τῷ βασιλεῖ, κληθείη πάλιν εἰς τὴν ἐπιοῦσαν.
246
ἔλεγέν τε μὴ ἀρέσκεσθαι Μαρδοχαῖον ὁρῶντα ἐν τῇ αὐλῇ τὸν Ἰουδαῖον. τῆς δὲ γυναικὸς αὐτοῦ Γαζάσης εἰπούσης κελεῦσαι ξύλον κοπῆναι πηχῶν ἑξήκοντα καὶ πρωὶ παρὰ τοῦ βασιλέως αἰτησάμενον ἀνασταυρῶσαι τὸν Μαρδοχαῖον, ἐπαινέσας τὴν γνώμην προσέταξεν τοῖς οἰκέταις ξύλον ἑτοιμασαμένους στῆσαι τοῦτο ἐν τῇ αὐλῇ πρὸς τιμωρίαν Μαρδοχαίῳ.
247
καὶ τοῦτο μὲν ἦν ἕτοιμον· ὁ δὲ θεὸς κατεγέλα τῆς Ἀμάνου πονηρᾶς ἐλπίδος καὶ τὸ συμβησόμενον εἰδὼς ἐτέρπετο τῷ γενησομένῳ· τοῦ γὰρ βασιλέως διὰ νυκτὸς ἐκείνης ἀφαιρεῖται τὸν ὕπνον.
248
ὁ δʼ οὐ βουλόμενος ἀργῶς ἀπολέσαι τὴν ἀγρυπνίαν, ἀλλʼ εἴς τι τῶν τῇ βασιλείᾳ διαφερόντων αὐτὴν ἀναλῶσαι, τὸν γραμματέα κομίσαντα καὶ τῶν πρὸ αὐτοῦ βασιλέων τὰ ὑπομνήματα καὶ τῶν ἰδίων πράξεων ἀναγινώσκειν αὐτῷ προσέταξεν.