Kitap 11
19
Βαλλομένων δὲ τοὺς θεμελίους τοῦ ναοῦ καὶ περὶ τὴν οἰκοδομίαν αὐτοῦ λίαν ἐσπουδακότων, τὰ πέριξ ἔθνη καὶ μάλιστα τὸ Χουθαίων, οὓς ἐκ τῆς Περσίδος καὶ Μηδικῆς ἀγαγὼν Σαλμανασσάρης ὁ τῶν Ἀσσυρίων βασιλεὺς κατῴκισεν ἐν Σαμαρείᾳ, ὅτε τὸν τῶν Ἰσραηλιτῶν λαὸν ἀνάστατον ἐποίησεν, παρεκάλουν τοὺς σατράπας καὶ τοὺς ἐπιμελουμένους ἐμποδίζειν τοὺς Ἰουδαίους πρός τε τὴν τῆς πόλεως ἀνάστασιν καὶ τὴν τοῦ ναοῦ κατασκευήν.
20
οἱ δὲ καὶ χρήμασιν διαφθαρέντες ὑπʼ αὐτῶν ἀπημπόλησαν τοῖς Χουθαίοις τὸ περὶ τοὺς Ἰουδαίους ἀμελὲς καὶ ῥᾴθυμον τῆς οἰκοδομῆς· Κύρῳ γὰρ περί τε ἄλλους ἀσχοληθέντι πολέμους ἄγνοια τούτων ἦν καὶ στρατευσαμένῳ γε ἐπὶ Μασσαγέτας εὐθὺς συνέβη τελευτῆσαι τὸν βίον.
21
Καμβύσου δὲ τοῦ Κύρου παιδὸς τὴν βασιλείαν παραλαβόντος οἱ ἐν Συρίᾳ καὶ Φοινίκῃ καὶ Ἀμμανίτιδι καὶ Μωαβίτιδι καὶ Σαμαρείᾳ γράφουσιν ἐπιστολὴν Καμβύσῃ δηλοῦσαν τάδε·
22
δέσποτα, οἱ παῖδές σου Ῥάθυμος ὁ πάντα τὰ πραττόμενα γράφων καὶ Σεμέλιος ὁ γραμματεὺς καὶ οἱ τῆς βουλῆς τῆς ἐν Συρίᾳ καὶ Φοινίκῃ κριταί. γινώσκειν σε δεῖ, βασιλεῦ, ὅτι Ἰουδαῖοι οἱ εἰς Βαβυλῶνα ἀναχθέντες ἐληλύθασιν εἰς τὴν ἡμετέραν καὶ τήν τε πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν καὶ τὰς ἀγορὰς αὐτῆς καὶ ἐπισκευάζουσιν τὰ τείχη καὶ ναὸν ἀνεγείρουσιν.
23
ἴσθι μέντοι γε τούτων γενομένων οὔτε φόρους αὐτοὺς τελεῖν ὑπομενοῦντας οὔτε δὲ ὑπακούειν ἐθελήσοντας, ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται καὶ ἄρχειν μᾶλλον ἢ ὑπακούειν ἐθελήσουσιν.
24
ἐνεργουμένων οὖν τῶν περὶ τὸν ναὸν καὶ σπουδαζομένων καλῶς ἔχειν ἔδοξεν ἡμῖν γράψαι σοι, βασιλεῦ, καὶ μὴ περιιδεῖν, ὅπως ἐπισκέψῃ τὰ τῶν πατέρων σου βιβλία· εὑρήσεις γὰρ ἐν αὐτοῖς ἀποστάτας καὶ τῶν βασιλέων ἐχθροὺς Ἰουδαίους καὶ τὴν πόλιν αὐτῶν, ἣ διὰ τοῦτο καὶ νῦν ἠρημώθη.
25
ἔδοξε δʼ ἡμῖν καὶ τοῦτό σοι δηλῶσαι ἀγνοούμενον ἴσως, ὅτι τῆς πόλεως οὕτως συνοικισθείσης καὶ τὸν κύκλον τῶν τειχῶν ἀπολαβούσης ἀποκλείεταί σοι ἡ ὁδὸς ἡ ἐπὶ κοίλην Συρίαν καὶ Φοινίκην.