Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 11

33 Τῷ δὲ πρώτῳ τῆς βασιλείας ἔτει Δαρεῖος ὑποδέχεται λαμπρῶς καὶ μετὰ πολλῆς παρασκευῆς τούς τε περὶ αὐτὸν καὶ τοὺς οἴκοι γεγονότας καὶ τοὺς τῶν Μήδων ἡγεμόνας καὶ σατράπας τῆς Περσίδος καὶ τοπάρχας τῆς Ἰνδικῆς ἄχρι τῆς Αἰθιοπίας καὶ τοὺς στρατηγοὺς τῶν ἑκατὸν εἰκοσιεπτὰ σατραπειῶν.
34 ἐπεὶ δὲ κατευωχηθέντες ἄχρι κόρου καὶ πλησμονῆς ἀνέλυσαν κοιμηθησόμενοι παρʼ αὐτοὺς ἕκαστοι, Δαρεῖος ὁ βασιλεὺς ἐλθὼν ἐπὶ τὴν κοίτην καὶ βραχὺ τῆς νυκτὸς ἀναπαυσάμενος ἔξυπνος γίνεται, καὶ μηκέτι κατακοιμηθῆναι δυνάμενος εἰς ὁμιλίαν τρέπεται μετὰ τῶν τριῶν σωματοφυλάκων,
35 καὶ τῷ λόγον ἐροῦντι περὶ ὧν αὐτὸς ἀνακρίνειν μέλλει τὸν ἀληθέστερον καὶ συνετώτερον, τούτῳ γέρας δώσειν ὑπισχνεῖται νικητήριον πορφύραν ἐνδύσασθαι καὶ ἐν ἐκπώμασιν χρυσοῖς πίνειν καὶ ἐπὶ χρυσίου καθεύδειν καὶ ἅρμα χρυσοχάλινον καὶ κίδαριν βύσσινον καὶ περιαυχένιον χρύσεον, καὶ μετʼ αὐτὸν ἕξειν προεδρίαν διὰ τὴν σοφίαν καὶ συγγενής μου , ἔφη, κληθήσεται.
36 ταύτας ἐπαγγειλάμενος αὐτοῖς παρέξειν τὰς δωρεὰς ἐρωτᾷ μὲν τὸν πρῶτον, εἰ ὁ οἶνος ὑπερισχύει, τὸν δεύτερον δέ, εἰ οἱ βασιλεῖς, τὸν τρίτον δέ, εἰ αἱ γυναῖκες ἢ τούτων μᾶλλον ἡ ἀλήθεια. ταῦτα προθεὶς αὐτοῖς ζητεῖν ἡσύχασεν.
37 ὄρθρου δὲ μεταπεμψάμενος τοὺς μεγιστᾶνας καὶ σατράπας καὶ τοπάρχας τῆς Περσίδος καὶ Μηδικῆς καὶ καθίσας ἐν ᾧ χρηματίζειν εἰώθει, τῶν σωματοφυλάκων ἕκαστον ἐκέλευσεν πάντων ἀκουόντων ἀποφαίνεσθαι τὸ δοκοῦν αὐτῷ περὶ τῶν προκειμένων.
38 Καὶ ὁ πρῶτος ἤρξατο λέγειν τὴν τοῦ οἴνου δύναμιν οὕτως αὐτὴν ἐμφανίζων· ἄνδρες γὰρ εἶπεν, ἐγὼ τὴν ἰσχὺν τοῦ οἴνου τεκμαιρόμενος πάντα ὑπερβάλλουσαν εὑρίσκω τούτῳ τῷ τρόπῳ·
39 σφάλλει γὰρ τῶν πινόντων αὐτὸν καὶ ἀπατᾷ τὴν διάνοιαν καὶ τὴν τοῦ βασιλέως τῇ τοῦ ὀρφανοῦ καὶ δεομένου κηδεμόνος ὁμοίαν τίθησιν, καὶ τὴν τοῦ δούλου διεγείρει πρὸς παρρησίαν τοῦ ἐλευθέρου, ἥ τε τοῦ πένητος ὁμοία γίνεται τῇ τοῦ πλουσίου·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi