Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 12

arg Ὡς Πτολεμαῖος ὁ Λάγου δόλῳ καὶ ἀπάτῃ παραλαβὼν τὰ Ἱεροσόλυμα καὶ τὴν Ἰουδαίαν πολλοὺς ἐξ αὐτῆς εἰς Αἴγυπτον μετῴκισεν.
arg ὡς ὁ υἱὸς αὐτοῦ Πτολεμαῖος ὁ κληθεὶς Φιλάδελφος τοὺς Ἰουδαίων νόμους εἰς τὴν Ἑλληνικὴν γλῶσσαν μετέβαλεν καὶ πολλοὺς αἰχμαλώτους ἀπέλυσεν Ἐλεαζάρῳ τῷ ἀρχιερεῖ αὐτῶν χαριζόμενος, καὶ ἀναθήματα πολλὰ ἀνέθηκεν τῷ θεῷ.
arg πῶς ἐτίμησαν οἱ τῆς Ἀσίας βασιλεῖς τὸ Ἰουδαίων ἔθνος καὶ πολίτας ἐποίησαν ἐν ταῖς ὑπ' αὐτῶν κτισθείσαις πόλεσιν κατοικίσαντες.
arg ἐκ τῆς γενομένης ἀτυχίας ἐπανόρθωσις ὑπὸ Ἰωσήπου τοῦ Τωβίου ποιησαμένου φιλίαν πρὸς Πτολεμαῖον τὸν Ἐπιφανῆ.
arg φιλία καὶ συμμαχία Λακεδαιμονίων πρὸς Ὀνίαν τὸν ἀρχιερέα τῶν Ἰουδαίων.
arg στάσις τῶν δυνατῶν Ἰουδαίων πρὸς ἀλλήλους καὶ ὡς ἐπεκαλέσαντο Ἀντίοχον τὸν Ἐπιφανῆ.
arg ὅτι στρατευσάμενος Ἀντίοχος ἐπὶ Ἱεροσόλυμα τήν τε πόλιν παρέλαβεν καὶ τὸν ναὸν ἐσύλησεν.
arg ὡς Ἀντιόχου κωλύσαντος τοῖς πατρίοις νόμοις χρῆσθαι τοὺς Ἰουδαίους μόνος ὁ Ἀσαμωναίου παῖς Ματταθίας κατεφρόνησεν τοῦ βασιλέως καὶ τοὺς Ἀντιόχου στρατηγοὺς ἐνίκησεν.
arg ἡ Ματταθίου τελευτή, γηραιοῦ μὲν ὄντος ἤδη, παραδόντος δὲ τὴν τῶν πραγμάτων προστασίαν τοῖς παισίν.
arg ὡς ὁ υἱὸς αὐτοῦ Ἰούδας τοῖς Ἀντιόχου στρατηγοῖς μαχεσάμενος τοὺς Ἰουδαίους εἰς τὴν πάτριον ἐπανήγαγε πολιτείαν καὶ ἀρχιερεὺς ἀπεδείχθη ὑπὸ τοῦ λαοῦ.
arg ὡς ὁ Ἀντιόχου στρατηγὸς Ἀπολλώνιος εἰς τὴν Ἰουδαίαν ἐμβαλὼν ἡττηθεὶς ἀπέθανεν.
arg ἡ Σαΐωνος καὶ Γοργίου στρατεία ἐπὶ τὴν Ἰουδαίαν καὶ ἧττα καὶ διαφορὰ τοῦ στρατοῦ.
arg ὅτι στρατευσάμενος Ἰούδας ἐπὶ Ἀμμανίτας καὶ εἰς τὴν Γαλαδῖτιν ἐνίκησεν.
arg ὡς Σίμων ὁ ἀδελφὸς αὐτοῦ στρατευσάμενος ἐπὶ Τυρίους καὶ Πτολεμαεῖς ἐκράτησεν αὐτῶν.
arg Λυσίου στρατεία τοῦ Ἀντιόχου στρατηγοῦ ἐπὶ Ἰουδαίους καὶ ἧττα.
arg ὡς Ἀντίοχος ὁ Ἐπιφανὴς ἐτελεύτησεν ἐν Πέρσαις.
arg ὡς Ἀντίοχος ὁ ἐπικληθεὶς Εὐπάτωρ στρατευσάμενος ἐπὶ Ἰουδαίους μετὰ Λυσίου καὶ νικήσας ἐπολιόρκει Ἰούδαν εἰς τὸ ἱερὸν ἐγκλείσας.
arg ὅτι πολλοῦ χρόνου τῇ πολιορκίᾳ τριβομένου φιλίαν ποιησάμενος πρὸς Ἰούδαν εὐπρεπῶς ἀνεχώρησεν ἐκ τῆς Ἰουδαίας Ἀντίοχος.
arg ὡς Βακχίδης ὁ Δημητρίου στρατηγὸς ἐπιστρατευσάμενος τοῖς Ἰουδαίοις ἄπρακτος ἀνέστρεψε πρὸς τὸν βασιλέα.
1 / 61 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi