Kitap 12
71
ἐπὶ δὲ τῆς τραπέζης μαίανδρον ἐξέγλυψαν λίθους αὐτῷ κατὰ μέσον ἀξιολόγους ὥσπερ ἀστέρας ποικίλης ἰδέας ἐνθέντες, τόν τε ἄνθρακα καὶ τὸν σμάραγδον ἥδιστον προσαυγάζοντας αὐτῶν ἑκάτερον τοῖς ὁρῶσιν, τῶν τε ἄλλων γενῶν ὅσοι περισπούδαστοι καὶ ζηλωτοὶ πᾶσιν διὰ τὴν πολυτέλειαν τῆς φύσεως ὑπάρχουσιν.
72
μετὰ δὲ τὸν μαίανδρον πλέγμα τι σχοινοειδὲς περιῆκτο ῥόμβῳ τὴν κατὰ μέσον ὄψιν ἐμφερές, ἐφʼ οὗ κρύσταλλός τε λίθος καὶ ἤλεκτρον ἐντετύπωτο τῇ παραλλήλῳ τῆς ἰδέας γειτνιάσει ψυχαγωγίαν θαυμαστὴν παρέχον τοῖς βλέπουσιν.
73
τῶν δὲ ποδῶν ἦσαν αἱ κεφαλίδες εἰς κρίνα μεμιμημέναι τὰς ἐκφύσεις τῶν πετάλων ὑπὸ τὴν τράπεζαν ἀνακλωμένων, εἰς ὀρθὸν δὲ τὴν βλάστησιν ἔνδοθεν παρεχόντων ὁρᾶν.
74
ἡ δὲ βάσις αὐτοῖς ἦν ἐξ ἄνθρακος λίθου παλαιστιαία πεποιημένη σχῆμα κρηπῖδος ἀποτελοῦσα, τὸ δὲ πλάτος ὀκτὼ δακτύλων ἔχουσα, καθʼ οὗ τὸ πᾶν ἔλασμα τῶν ποδῶν ἐρήρειστο.
75
ἀνέγλυψαν δὲ λεπτομερεῖ καὶ φιλοπονωτάτῃ τορείᾳ τῶν ποδῶν ἕκαστον, κισσὸν αὐτοῖς καὶ κλήματα ἀμπέλων σὺν καὶ βότρυσιν ἐκφύσαντες, ὡς εἰκάσαι μηδὲν ἀποδεῖν τῆς ἀληθείας· καὶ γὰρ πρὸς τὸ πνεῦμα διὰ λεπτότητα καὶ τὴν ἐπʼ ἄκρον αὐτῶν ἔκτασιν κινούμενα φαντασίαν τῶν κατὰ φύσιν μᾶλλον ἢ τέχνης μιμημάτων παρεῖχεν.
76
ἐκαινούργησαν δὲ ὥστε τρίπτυχον οἱονεὶ τὸ σχῆμα τῆς ὅλης κατασκευάσαι τραπέζης τῆς ἁρμονίας πρὸς ἄλληλα τῶν μερῶν οὕτω συνδεδεμένης, ὡς ἀόρατον εἶναι καὶ μηδʼ ἐπινοεῖσθαι τὰς συμβολάς. ἥμισυ δὲ πήχεως οὐκ ἔλασσον τῇ τραπέζῃ τὸ πάχος συνέβαινεν εἶναι.
77
τὸ μὲν οὖν ἀνάθημα τοῦτο κατὰ πολλὴν τοῦ βασιλέως φιλοτιμίαν τοιοῦτο τῇ τε πολυτελείᾳ τῆς ὕλης καὶ τῇ ποικιλίᾳ τῆς καλλονῆς καὶ τῇ μιμήσει τῇ κατὰ τὴν τορείαν τῶν τεχνιτῶν συνετελέσθη, σπουδάσαντος εἰ καὶ μὴ τῷ μεγέθει τῆς προανακειμένης τῷ θεῷ τραπέζης ἔμελλεν ἔσεσθαι διάφορος, τῇ μέντοι γε τέχνῃ καὶ τῇ καινουργίᾳ καὶ τῇ λαμπρότητι τῆς κατασκευῆς πολὺ κρείττονα καὶ περίβλεπτον ἀπεργάσασθαι.
78
Τῶν δὲ κρατήρων χρύσεοι μὲν ἦσαν δύο, φολιδωτὴν δʼ εἶχον ἀπὸ τῆς βάσεως μέχρι τοῦ διαζώματος τὴν τορείαν λίθων ταῖς σπείραις ποικίλων ἐνδεδεμένων.