Kitap 12
95
κατὰ γὰρ πόλιν ἑκάστην, ὅσαι τοῖς αὐτοῖς χρῶνται περὶ τὴν δίαιταν, ἦν τούτων ἐπιμελόμενος καὶ κατὰ τὸ τῶν ἀφικνουμένων πρὸς αὐτὸν ἔθος πάντʼ αὐτοῖς παρεσκευάζετο, ἵνα τῷ συνήθει τρόπῳ τῆς διαίτης εὐωχούμενοι μᾶλλον ἥδωνται καὶ πρὸς μηδὲν ὡς ἀλλοτρίως ἔχοντες δυσχεραίνωσιν. ὃ δὴ καὶ περὶ τούτους ἐγένετο Δωροθέου διὰ τὴν περὶ τὸν βίον ἀκρίβειαν ἐπὶ τούτοις καθεστῶτος.
96
συνέστρωσε δὲ πάντα διʼ αὐτοῦ τὰ πρὸς τὰς τοιαύτας ὑποδοχὰς καὶ διμερῆ τὴν κλισίαν ἐποίησεν οὑτωσὶ προστάξαντος τοῦ βασιλέως· τοὺς μὲν γὰρ ἡμίσεις ἐκέλευσεν ἀνὰ χεῖρα κατακλιθῆναι, τοὺς δὲ λοιποὺς μετὰ τὴν αὐτοῦ κλισίαν, οὐδὲν ἀπολιπὼν τῆς εἰς τοὺς ἄνδρας τιμῆς.
97
ἐπεὶ δʼ οὕτως κατεκλίθησαν ἐκέλευσε τὸν Δωρόθεον, οἷς ἔθεσι χρώμενοι διατελοῦσιν πάντες οἱ ἀπὸ τῆς Ἰουδαίας πρὸς αὐτὸν ἀφιγμένοι κατὰ ταῦτα ὑπηρετεῖν. διὸ καὶ τοὺς ἱεροκήρυκας καὶ θύτας καὶ τοὺς ἄλλους, οἳ τὰς κατευχὰς ἐποιοῦντο, παρῃτήσατο, τῶν δὲ παραγενομένων ἕνα Ἐλισαῖον ὄνομα ὄντα ἱερέα παρεκάλεσεν ὁ βασιλεὺς ποιήσασθαι κατευχάς.
98
ὁ δὲ στὰς εἰς μέσον ηὔχετο τῷ βασιλεῖ τὰ ἀγαθὰ καὶ τοῖς ἀρχομένοις ὑπʼ αὐτοῦ, εἶτα κρότος ἐξ ἁπάντων μετὰ χαρᾶς καὶ βοῆς ἤρθη καὶ παυσάμενοι πρὸς εὐωχίαν καὶ τὴν ἀπόλαυσιν τῶν παρεσκευασμένων ἐτράπησαν.
99
διαλιπὼν δʼ ὁ βασιλεὺς ἐφʼ ὅσον ἔδοξεν ἀποχρῶντα καιρὸν εἶναι φιλοσοφεῖν ἤρξατο καὶ ἕκαστον αὐτῶν λόγους ἐπηρώτα φυσικούς, καὶ πρὸς τὴν τῶν ζητουμένων θεωρίαν ἀκριβῶς ἐκείνων περὶ παντὸς οὑτινοσοῦν λέγειν αὐτοῖς προβληθείη διασαφούντων, ἡδόμενος τούτοις ἐφʼ ἡμέρας δώδεκα τὸ συμπόσιον ἐποιήσατο,
100
ὡς τῷ βουλομένῳ τὰ κατὰ μέρος γνῶναι τῶν ἐν τῷ συμποσίῳ ζητηθέντων εἶναι μαθεῖν ἀναγνόντι τὸ Ἀρισταίου βιβλίον, ὃ συνέγραψεν διὰ ταῦτα.
101
Θαυμάζοντος δʼ αὐτοὺς οὐ μόνον τοῦ βασιλέως, ἀλλὰ καὶ Μενεδήμου τοῦ φιλοσόφου προνοίᾳ διοικεῖσθαι πάντα φήσαντος καὶ διὰ τοῦτʼ εἰκὸς καὶ τοῦ λόγου δύναμιν καὶ κάλλος εὑρῆσθαι, παύονται μὲν περὶ τούτων ἐπιζητοῦντες.