Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 12

arg ὡς Νικάνωρ μετὰ τὸν Βακχίδην πεμφθεὶς στρατηγὸς ἀπώλετο σὺν τῇ στρατιᾷ αὐτοῦ.
arg ὅτι πάλιν ἐπὶ τὴν Ἰουδαίαν Βακχίδης ἐκπεμφθεὶς ἐνίκησεν.
arg ὡς Ἰούδας διεφθάρη μαχόμενος.
arg περιέχει ἡ βίβλος χρόνον ἐτῶν ρο.
1 Ἀλέξανδρος μὲν οὖν ὁ τῶν Μακεδόνων βασιλεὺς καταλύσας τὴν Περσῶν ἡγεμονίαν καὶ τὰ κατὰ τὴν Ἰουδαίαν τὸν προειρημένον καταστησάμενος τρόπον τελευτᾷ τὸν βίον.
2 μεταπεσούσης δʼ εἰς πολλοὺς τῆς ἀρχῆς Ἀντίγονος μὲν τῆς Ἀσίας ἐπικρατεῖ, Σέλευκος δὲ Βαβυλῶνος καὶ τῶν κεῖθι ἐθνῶν, Λυσίμαχός τε τὸν Ἑλλήσποντον διεῖπεν, τὴν δὲ Μακεδονίαν εἶχεν Κάσσανδρος, Πτολεμαῖος δὲ ὁ Λάγου τὴν Αἴγυπτον εἰλήφει.
3 στασιαζόντων δὲ τούτων καὶ πρὸς ἀλλήλους φιλοτιμουμένων ὑπὲρ τῆς ἰδίας ἀρχῆς πολέμους τε συνεχεῖς καὶ μακροὺς συνέβη γίγνεσθαι καὶ τὰς πόλεις κακοπαθεῖν καὶ πολλοὺς ἐν τοῖς ἀγῶσιν ἀποβάλλειν τῶν οἰκητόρων, ὡς καὶ τὴν Συρίαν ἅπασαν ὑπὸ Πτολεμαίου τοῦ Λάγου τότε Σωτῆρος χρηματίζοντος τἀναντία παθεῖν αὐτοῦ τῇ ἐπικλήσει.
4 κατέσχε δὲ οὗτος καὶ τὰ Ἱεροσόλυμα δόλῳ καὶ ἀπάτῃ χρησάμενος· ἐλθὼν γὰρ σαββάτοις εἰς τὴν πόλιν ὡς θύσων, μήτε τῶν Ἰουδαίων αὐτὸν ἀμυνομένων, οὐδὲν γὰρ ὑπενόουν πολέμιον, καὶ διὰ τὸ ἀνύποπτον καὶ τὴν ἡμέραν ἐν ἀργίᾳ καὶ ῥαθυμίᾳ τυγχανόντων, ἀπόνως ἐγκρατὴς γίγνεται τῆς πόλεως καὶ πικρῶς ἦρχεν αὐτῆς.
5 μαρτυρεῖ δὲ τῷ λόγῳ τούτῳ καὶ Ἀγαθαρχίδης ὁ Κνίδιος ὁ τὰς τῶν διαδόχων πράξεις συγγραψάμενος, ὀνειδίζων ἡμῖν δεισιδαιμονίαν ὡς διʼ αὐτὴν ἀποβαλοῦσι τὴν ἐλευθερίαν, λέγων οὕτως·
6 ἔστιν ἔθνος Ἰουδαίων λεγόμενον, οἳ πόλιν ὀχυρὰν καὶ μεγάλην ἔχοντες Ἱεροσόλυμα ταύτην ὑπερεῖδον ὑπὸ Πτολεμαίῳ γενομένην ὅπλα λαβεῖν οὐ θελήσαντες, ἀλλὰ διὰ τὴν ἄκαιρον δεισιδαιμονίαν χαλεπὸν ὑπέμειναν ἔχειν δεσπότην.
7 Ἀγαθαρχίδης μὲν οὖν ταῦτα περὶ τοῦ ἔθνους ἡμῶν ἀπεφήνατο. ὁ δὲ Πτολεμαῖος πολλοὺς αἰχμαλώτους λαβὼν ἀπό τε τῆς ὀρεινῆς Ἰουδαίας καὶ τῶν περὶ Ἱεροσόλυμα τόπων καὶ τῆς Σαμαρείτιδος καὶ τῶν ἐν Γαριζείν, κατῴκισεν ἅπαντας εἰς Αἴγυπτον ἀγαγών.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi