Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 12

160 Ἰώσηπος δέ τις, νέος μὲν ἔτι τὴν ἡλικίαν, ἐπὶ σεμνότητι δὲ καὶ προνοίᾳ δικαιοσύνης δόξαν ἔχων παρὰ τοῖς Ἱεροσολυμίταις, Τωβίου μὲν πατρός, ἐκ δὲ τῆς Ὀνίου τοῦ ἀρχιερέως ἀδελφῆς γεγονώς, δηλωσάσης αὐτῷ τῆς μητρὸς τὴν τοῦ πρεσβευτοῦ παρουσίαν, ἔτυχεν γὰρ αὐτὸς ἀποδημῶν εἰς Φικόλαν κώμην ἐξ ἧς ὑπῆρχεν,
161 ἐλθὼν εἰς τὴν πόλιν ἐπέπληττε τῷ Ὀνίᾳ μὴ προνοουμένῳ τῆς ἀσφαλείας τῶν πολιτῶν, ἀλλʼ εἰς κινδύνους τὸ ἔθνος βουλομένῳ περιστῆσαι διὰ τὴν τῶν χρημάτων ἀποστέρησιν, διʼ ἃ καὶ τοῦ λαοῦ τὴν προστασίαν λαβεῖν αὐτὸν ἔλεγεν καὶ τῆς ἀρχιερατικῆς τιμῆς ἐπιτυχεῖν.
162 εἰ δʼ ἐρωτικῶς οὕτως ἔχοι τῶν χρημάτων, ὡς διʼ αὐτὰ καὶ τὴν πατρίδα κινδυνεύουσαν ἰδεῖν ὑπομεῖναι καὶ πᾶν ὁτιοῦν παθόντας αὐτοῦ τοὺς πολίτας, συνεβούλευσεν ἀπελθόντα πρὸς τὸν βασιλέα δεηθῆναι αὐτοῦ ἢ πάντων αὐτῷ παραχωρῆσαι τῶν χρημάτων ἢ μέρους.
163 τοῦ δὲ Ὀνίου μήτε ἄρχειν θέλειν ἀποκριναμένου καὶ τὴν ἀρχιερωσύνην δʼ εἰ δυνατόν ἐστιν ἑτοίμως ἔχειν ἀποθέσθαι λέγοντος μήτε ἀναβήσεσθαι πρὸς τὸν βασιλέα, μέλειν γὰρ αὐτῷ περὶ τούτων οὐδέν, εἰ πρεσβεύειν αὐτῷ συγχωρεῖ πρὸς τὸν Πτολεμαῖον ὑπὲρ τοῦ ἔθνους ἐπηρώτησεν.
164 φήσαντος δὲ ἐπιτρέπειν ἀναβὰς εἰς τὸ ἱερὸν ὁ Ἰώσηπος καὶ συγκαλέσας τὸ πλῆθος εἰς ἐκκλησίαν μηδὲν ταράσσεσθαι μηδὲ φοβεῖσθαι παρῄνει διὰ τὴν Ὀνίου τοῦ θείου περὶ αὐτῶν ἀμέλειαν, ἀλλʼ ἐν ἀδείᾳ τῶν ἀπὸ τῆς σκυθρωποτέρας ἐλπίδος τὴν διάνοιαν αὐτοὺς ἔχειν ἠξίου· πρεσβεύσειν γὰρ αὐτὸς ἐπηγγέλλετο πρὸς τὸν βασιλέα καὶ πείσειν αὐτόν, ὅτι μηδὲν ἀδικοῦσιν.
165 καὶ τὸ μὲν πλῆθος τούτων ἀκοῦσαν εὐχαριστεῖ τῷ Ἰωσήπῳ, καταβὰς δʼ αὐτὸς ἐκ τοῦ ἱεροῦ ξενίᾳ τε ὑποδέχεται τὸν παρὰ τοῦ Πτολεμαίου πεπρεσβευκότα καὶ δωρησάμενος αὐτὸν πολυτελέσι δωρεαῖς καὶ ἐπὶ πολλὰς ἑστιάσας φιλοτίμως ἡμέρας προέπεμψε πρὸς τὸν βασιλέα, φράσας αὐτῷ καὶ αὐτὸς ἀκολουθήσειν·
166 καὶ γὰρ ἔτι μᾶλλον γεγόνει πρόθυμος πρὸς τὴν ἄφιξιν τὴν παρὰ τὸν βασιλέα τοῦ πρεσβευτοῦ προτρεψαμένου καὶ παρορμήσαντος εἰς Αἴγυπτον ἐλθεῖν καὶ πάντων ὧν ἂν δέηται παρὰ Πτολεμαίου τυχεῖν αὐτὸν ποιήσειν ὑποσχομένου· τὸ γὰρ ἐλευθέριον αὐτοῦ καὶ τὸ σεμνὸν τοῦ ἤθους λίαν ἠγάπησεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi