Kitap 12
197
τῶν δὲ πρεσβυτέρων παραιτησαμένων καὶ πρὸς τὰς τοιαύτας συνουσίας ἀγροικότερον ἔχειν φησάντων, τὸν δʼ ἀδελφὸν Ὑρκανὸν πέμπειν συμβουλευσάντων, ἡδέως ἀκούσας καλεῖ τὸν Ὑρκανὸν καὶ εἰ δύναται πρὸς τὸν βασιλέα βαδίσαι καὶ πρόθυμός ἐστιν ἀνέκρινεν.
198
ἐπαγγειλαμένου δὲ πορεύσεσθαι καὶ δεῖσθαι χρημάτων οὐ πολλῶν φήσαντος εἰς τὴν ὁδόν, ζήσεσθαι γὰρ ἐπιεικῶς ὥστε ἀρκέσειν αὐτῷ δραχμὰς μυρίας, ἥσθη τοῦ παιδὸς τῇ σωφροσύνῃ.
199
διαλιπὼν δὲ ὀλίγον ὁ παῖς συνεβούλευε τῷ πατρὶ δῶρα μὲν αὐτόθεν μὴ πέμπειν τῷ βασιλεῖ, δοῦναι δὲ ἐπιστολὴν πρὸς τὸν ἐν Ἀλεξανδρείᾳ οἰκονόμον, ὅπως αὐτῷ παρέχῃ πρὸς ὠνὴν ὧν ἂν εὕρῃ καλλίστων καὶ πολυτελῶν χρήματα.
200
ὁ δὲ νομίζων δέκα ταλάντων ἔσεσθαι τὴν εἰς τὰς δωρεὰς τῷ βασιλεῖ δαπάνην καὶ τὸν υἱὸν ἐπαινέσας ὡς παραινοῦντα καλῶς, γράφει τῷ οἰκονόμῳ Ἀρίονι, ὃς ἅπαντα τὰ ἐν Ἀλεξανδρείᾳ χρήματα αὐτοῦ διῴκει οὐκ ὄντα ἐλάσσω τρισχιλίων ταλάντων·
201
ὁ γὰρ Ἰώσηπος τὰ ἀπὸ τῆς Συρίας χρήματα ἔπεμπεν εἰς Ἀλεξάνδρειαν καὶ τῆς προθεσμίας ἐνισταμένης, καθʼ ἣν ἔδει τῷ βασιλεῖ τοὺς φόρους ἀπαριθμεῖν, ἔγραφεν τῷ Ἀρίονι τοῦτο ποιεῖν.
202
πρὸς οὖν τοῦτον ἀπαιτήσας τὸν πατέρα ἐπιστολήν, λαβὼν εἰς τὴν Ἀλεξάνδρειαν ὥρμησεν. ἐξελθόντος δʼ αὐτοῦ γράφουσιν οἱ ἀδελφοὶ πᾶσι τοῖς τοῦ βασιλέως φίλοις, ἵνʼ αὐτὸν διαφθείρωσιν.
203
Ὡς δὲ παραγενόμενος εἰς τὴν Ἀλεξάνδρειαν ἀπέδωκε τῷ Ἀρίονι τὴν ἐπιστολήν, ἐπερωτήσαντος αὐτοῦ, πόσα βούλεται τάλαντα λαβεῖν, ἤλπισε δʼ αὐτὸν αἰτήσειν δέκα ἢ βραχεῖ τούτων πλέον, εἰπόντος χιλίων χρῄζειν ὀργισθεὶς ἐπέπληττεν αὐτῷ ὡς ἀσώτως ζῆν διεγνωκότι, καὶ πῶς ὁ πατὴρ αὐτοῦ συναγάγοι τὴν οὐσίαν ὡς πονῶν καὶ ταῖς ἐπιθυμίαις ἀντέχων ἐδήλου καὶ μιμητὴν αὐτὸν ἠξίου γενέσθαι τοῦ γεγεννηκότος· δώσειν δʼ οὐδὲν πλέον ταλάντων δέκα καὶ ταῦτα εἰς δωρεὰς τῷ βασιλεῖ.
204
παροξυνθεὶς δʼ ὁ παῖς εἰς δεσμὰ τὸν Ἀρίονα ἐνέβαλεν. τῆς δὲ τοῦ Ἀρίονος γυναικὸς τοῦτο δηλωσάσης τῇ Κλεοπάτρᾳ καὶ δεηθείσης, ὅπως ἐπιπλήξῃ τῷ παιδί, σφόδρα γὰρ ἦν ὁ Ἀρίων ἐν τιμῇ παρʼ αὐτῇ, φανερὸν τῷ βασιλεῖ τοῦτο ἐποίησεν ἡ Κλεοπάτρα.