Kitap 12
271
καὶ τὸν βωμὸν καθελὼν ἀνέκραγεν, εἴ τις ζηλωτής ἐστιν τῶν πατρίων ἐθῶν καὶ τῆς τοῦ θεοῦ θρησκείας, ἑπέσθω, φησίν, ἐμοί, καὶ ταῦτʼ εἰπὼν μετὰ τῶν τέκνων εἰς τὴν ἔρημον ἐξώρμησεν καταλιπὼν ἅπασαν τὴν αὐτοῦ κτῆσιν ἐν τῇ κώμῃ.
272
τὸ δʼ αὐτὸ καὶ ἄλλοι ποιήσαντες μετὰ τέκνων καὶ γυναικῶν ἔφυγον εἰς τὴν ἔρημον καὶ ἐν τοῖς σπηλαίοις διῆγον. ἀκούσαντες δὲ ταῦθʼ οἱ τοῦ βασιλέως στρατηγοὶ καὶ τὴν δύναμιν ὅσην εἶναι συνέβαινεν ἐν τῇ ἀκροπόλει τῶν Ἱεροσολύμων ἀναλαβόντες ἐδίωξαν εἰς τὴν ἔρημον τοὺς Ἰουδαίους.
273
καὶ καταλαβόντες τὸ μὲν πρῶτον αὐτοὺς ἐπεχείρουν πείθειν μετανοήσαντας αἱρεῖσθαι τὰ συμφέροντα καὶ μὴ προσάγειν αὐτοῖς ἀνάγκην, ὥστʼ αὐτοῖς χρήσασθαι πολέμου νόμῳ·
274
μὴ προσδεχομένων δὲ τοὺς λόγους, ἀλλὰ τἀναντία φρονούντων, συμβάλλουσιν αὐτοῖς εἰς μάχην σαββάτων ἡμέρᾳ, καὶ ὡς εἶχον οὕτως ἐν τοῖς σπηλαίοις αὐτοὺς κατέφλεξαν οὐδὲ ἀμυνομένους ἀλλʼ οὐδὲ τὰς εἰσόδους ἐμφράξαντας· τοῦ δὲ ἀμύνασθαι διὰ τὴν ἡμέραν ἀπέσχοντο μηδʼ ἐν κακοῖς παραβῆναι τὴν τοῦ σαββάτου τιμὴν θελήσαντες· ἀργεῖν γὰρ ἡμῖν ἐν αὐτῇ νόμιμόν ἐστιν.
275
ἀπέθανον μὲν οὖν σὺν γυναιξὶ καὶ τέκνοις ἐμπνιγέντες τοῖς σπηλαίοις ὡσεὶ χίλιοι, πολλοὶ δὲ καὶ διασωθέντες τῷ Ματταθίᾳ προσέθεντο κἀκεῖνον ἄρχοντα ἀπέδειξαν.
276
ὁ δὲ καὶ σαββάτοις αὐτοὺς ἐδίδαξε μάχεσθαι λέγων, ὡς εἰ μὴ ποιήσουσι τοῦτο φυλαττόμενοι τὸ νόμιμον, αὐτοῖς ἔσονται πολέμιοι, τῶν μὲν ἐχθρῶν κατʼ ἐκείνην τὴν ἡμέραν αὐτοῖς προσβαλλόντων, αὐτῶν δʼ οὐκ ἀμυνομένων, κωλύσειν τε μηδὲν οὕτως ἀμαχητὶ πάντας ἀπολέσθαι.
277
ταῦτʼ εἰπὼν ἔπεισεν αὐτούς, καὶ ἄχρι δεῦρο μένει παρʼ ἡμῖν τὸ καὶ σαββάτοις, εἴ ποτε δεήσειεν, μάχεσθαι.
278
ποιήσας οὖν δύναμιν πολλὴν περὶ αὐτὸν Ματταθίας τούς τε βωμοὺς καθεῖλεν καὶ τοὺς ἐξαμαρτάνοντας ἀπέκτεινεν, ὅσους λαβεῖν ὑποχειρίους ἠδυνήθη· πολλοὶ γὰρ διʼ εὐλάβειαν διεσπάρησαν εἰς τὰ πέριξ ἔθνη· τῶν τε παίδων τοὺς οὐ περιτετμημένους ἐκέλευσε περιτέμνεσθαι τοὺς ἐπὶ τῷ κωλύειν καθεσταμένους ἐκβαλών.