Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 12

15 δοκεῖ μὲν γὰρ εἶναι τῇ ἰδιότητι τῶν Συρίων γραμμάτων ἐμφερὴς ὁ χαρακτὴρ αὐτῶν καὶ τὴν φωνὴν ὁμοίαν αὐτοῖς ἀπηχεῖν, ἰδιότροπον δὲ αὐτὴν εἶναι συμβέβηκεν. οὐδὲν οὖν ἔλεγεν κωλύειν καὶ ταῦτα μεταβαλόντα, δύνασθαι γὰρ τῆς εἰς αὐτὸ χορηγίας εὐποροῦντα, ἔχειν ἐν τῇ βιβλιοθήκῃ καὶ τὰ παρʼ ἐκείνοις.
16 δόξας οὖν ὁ βασιλεὺς ἄριστα τὸν Δημήτριον φιλοτιμουμένῳ περὶ πλῆθος αὐτῷ βιβλίων ὑποτίθεσθαι γράφει τῷ τῶν Ἰουδαίων ἀρχιερεῖ ταῦτα γίγνεσθαι.
17 Ἀρισταῖος δέ τις φίλος ὢν ἐν τοῖς μάλιστα τῷ βασιλεῖ καὶ σπουδαζόμενος ὑπʼ αὐτοῦ διὰ μετριότητα, πολλάκις μὲν καὶ πρότερον ἔγνω παρακαλέσαι τὸν βασιλέα, ὅπως ἀπολύσῃ τοὺς αἰχμαλώτους Ἰουδαίους ὅσοι κατὰ τὴν βασιλείαν ἦσαν αὐτοῦ,
18 καιρὸν δʼ ἐπιτήδειον τοῦτον εἶναι δοκιμάσας τῆς δεήσεως πρώτοις περὶ τούτου διαλέγεται τοῖς ἄρχουσι τῶν σωματοφυλάκων Σωσιβίῳ τῷ Ταραντίνῳ καὶ Ἀνδρέᾳ, συναγωνίσασθαι περὶ ὧν ἐντυγχάνειν μέλλει τῷ βασιλεῖ παρακαλῶν αὐτούς.
19 προσλαβὼν δὲ καὶ τὴν τῶν προειρημένων γνώμην ὁ Ἀρισταῖος, προσελθὼν τῷ βασιλεῖ λόγους πρὸς αὐτὸν τοιούτους ἐποιήσατο·
20 οὐ χρῆν ἀπατωμένους ἡμᾶς, ὦ βασιλεῦ, περιορᾶν, ἀλλὰ τἀληθὲς ἀπελέγχειν· τοὺς γὰρ τῶν Ἰουδαίων νόμους οὐ μεταγράψαι μόνον ἀλλὰ καὶ μεθερμηνεῦσαι διεγνωκότες εἰς τὸ σοὶ κεχαρισμένον, τίνι καὶ λόγῳ χρώμενοι τοῦτο πράξαιμεν ἂν πολλῶν Ἰουδαίων ἐν τῇ σῇ βασιλείᾳ δουλευόντων;
21 οὓς τῇ σαυτοῦ μεγαλοψυχίᾳ καὶ χρηστότητι ποιῶν ἀκολούθως ἀπόλυσον τῆς ταλαιπωρίας, τὴν βασιλείαν σου διέποντος τοῦ θεμένου τοὺς νόμους αὐτοῖς θεοῦ, καθὼς ἐμοὶ πολυπραγμονήσαντι μαθεῖν ὑπῆρξεν.
22 τὸν γὰρ ἅπαντα συστησάμενον θεὸν καὶ οὗτοι καὶ ἡμεῖς σεβόμεθα Ζῆνα καλοῦντες αὐτὸν ἐτύμως ἀπὸ τοῦ πᾶσιν ἐμφύειν τὸ ζῆν τὴν ἐπίκλησιν αὐτοῦ θέντες. ὅθεν εἰς τιμὴν τοῦ θεοῦ τοὺς ἐξαίρετον τὴν εἰς αὐτὸν θρησκείαν πεποιημένους ἀπόδος τοῖς τὴν πατρίδα καὶ τὸν ἐν αὐτῇ βίον ἀπολελοιπόσιν.
23 ἴσθι μέντοι γε, ὦ βασιλεῦ, ὡς οὔτε γένει προσήκων αὐτοῖς οὔτε ὁμόφυλος ὢν ταῦτα περὶ αὐτῶν ἀξιῶ, πάντων δὲ ἀνθρώπων δημιούργημα ὄντων τοῦ θεοῦ· καὶ δὴ γιγνώσκων αὐτὸν ἡδόμενον τοῖς εὖ ποιοῦσιν ἐπὶ τοῦτο καὶ σὲ παρακαλῶ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi