Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 12

279 Ἄρξας δʼ ἐνιαυτὸν καὶ καταπεσὼν εἰς νόσον προσκαλεῖται τοὺς παῖδας, καὶ περιστησάμενος αὐτοὺς ἐγὼ μέν, εἶπεν, ὦ παῖδες, ἄπειμι τὴν εἱμαρμένην πορείαν, παρατίθεμαι δʼ ὑμῖν τοὐμὸν φρόνημα καὶ παρακαλῶ μὴ γενέσθαι κακοὺς αὐτοῦ φύλακας,
280 ἀλλὰ μεμνημένους τῆς τοῦ φύσαντος ὑμᾶς καὶ θρεψαμένου προαιρέσεως ἔθη τε σώζειν τὰ πάτρια καὶ κινδυνεύουσαν οἴχεσθαι τὴν ἀρχαίαν πολιτείαν ἀνακτᾶσθαι μὴ συμφερομένους τοῖς ἢ διὰ βούλησιν ἢ διʼ ἀνάγκην προδιδοῦσιν αὐτήν,
281 ἀλλʼ ἀξιῶ παῖδας ὄντας ἐμοὺς ἐμμεῖναι καὶ βίας ἁπάσης καὶ ἀνάγκης ἐπάνω γενέσθαι, τὰς ψυχὰς οὕτω παρασκευασαμένους, ὥστʼ ἀποθανεῖν ὑπὲρ τῶν νόμων, ἂν δέῃ, λογιζομένους τοῦθʼ, ὅτι τὸ θεῖον τοιούτους ὑμᾶς ὁρῶν οὐχ ὑπερόψεται, τῆς δʼ ἀρετῆς ἀγασάμενον ἀποδώσει πάλιν ὑμῖν αὐτοὺς καὶ τὴν ἐλευθερίαν, ἐν ᾗ ζήσεσθε μετʼ ἀδείας τῶν ἰδίων ἀπολαύοντες ἐθῶν, ἀποκαταστήσει·
282 θνητὰ μὲν γὰρ τὰ σώματα ἡμῶν καὶ ἐπίκηρα, τῇ δὲ τῶν ἔργων μνήμῃ τάξιν ἀθανασίας λαμβάνομεν, ἧς ἐρασθέντας ὑμᾶς βούλομαι διώκειν τὴν εὔκλειαν καὶ τὰ μέγιστα ὑφισταμένους μὴ ὀκνεῖν ὑπὲρ αὐτῶν ἀπολιπεῖν τὸν βίον.
283 μάλιστα δʼ ὑμῖν ὁμονοεῖν παραινῶ καὶ πρὸς ὅ τις ὑμῶν πέφυκεν ἀμείνων θατέρου πρὸς τοῦτʼ εἴκοντας ἀλλήλοις οἰκείαις χρῆσθαι ταῖς ἀρεταῖς. καὶ Σίμωνα μὲν τὸν ἀδελφὸν συνέσει προύχοντα πατέρα ἡγεῖσθε καὶ οἷς ἂν οὗτος συμβουλεύσῃ πείθεσθε,
284 Μακαβαῖον δὲ τῆς στρατιᾶς διʼ ἀνδρείαν καὶ ἰσχὺν στρατηγὸν ἕξετε· τὸ γὰρ ἔθνος οὗτος ἐκδικήσει καὶ ἀμυνεῖται τοὺς πολεμίους. προσίεσθε δὲ καὶ τοὺς δικαίους καὶ θεοσεβεῖς καὶ τὴν δύναμιν αὐτῶν αὔξετε.
285 Ταῦτα διαλεχθεὶς τοῖς παισὶν καὶ τὸν θεὸν εὐξάμενος σύμμαχον αὐτοῖς γενέσθαι καὶ τῷ λαῷ τὴν ἰδίαν ἀνασῶσαι πάλιν τοῦ βίου συνήθειαν, μετʼ οὐ πολὺ τελευτᾷ, καὶ θάπτεται μὲν ἐν Μωδαῒ πένθος ἐπʼ αὐτῷ μέγα παντὸς τοῦ λαοῦ ποιησαμένου, διεδέξατο δὲ τὴν προστασίαν τῶν πραγμάτων ὁ παῖς αὐτοῦ Ἰούδας ὁ καὶ Μακκαβαῖος ἑκατοστῷ ἔτει καὶ τεσσαρακοστῷ καὶ ἕκτῳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi