Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 12

286 συναραμένων δʼ αὐτῷ προθύμως τῶν ἀδελφῶν καὶ τῶν ἄλλων τούς τε πολεμίους ἐξέβαλεν ἐκ τῆς χώρας καὶ τοὺς παρανομήσαντας τῶν ὁμοφύλων εἰς τὰ πάτρια διεχρήσατο καὶ ἐκαθάρισεν ἀπὸ παντὸς μιάσματος τὴν γῆν.
287 Ταῦτʼ ἀκούσας Ἀπολλώνιος ὁ τῆς Σαμαρείας στρατηγὸς ἀναλαβὼν τὴν δύναμιν ὥρμησεν ἐπὶ τὸν Ἰούδαν. ὁ δὲ ἀπήντησεν αὐτῷ καὶ συμβαλὼν κρατεῖ τῇ μάχῃ καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, ἐν οἷς καὶ τὸν στρατηγὸν Ἀπολλώνιον, οὗ καὶ τὴν μάχαιραν, ᾗ χρῆσθαι συνέβαινεν ἐκεῖνον, σκυλεύσας αὐτὸς εἶχεν, πλείους δὲ τραυματίας ἐποίησεν καὶ πολλὴν λείαν ἐκ τοῦ στρατοπέδου λαβὼν τῶν πολεμίων ἀνεχώρησεν.
288 Σήρων δʼ ὁ τῆς κοίλης Συρίας στρατηγός, ἀκούσας ὅτι πολλοὶ προσκεχωρήκασιν τῷ Ἰούδᾳ καὶ δύναμιν ἤδη περιβέβληται πρὸς ἀγῶνας καὶ πολέμους ἀξιόλογον, ἐπʼ αὐτὸν ἔγνω στρατεύσασθαι προσήκειν ὑπολαμβάνων τοὺς εἰς τὰ τοῦ βασιλέως προστάγματα παρανομοῦντας πειρᾶσθαι κολάζειν.
289 συναγαγὼν οὖν δύναμιν ὅση παρῆν αὐτῷ, προσκαταλέξας δὲ καὶ τῶν Ἰουδαίων τοὺς φυγάδας καὶ ἀσεβεῖς ἐπὶ τὸν Ἰούδαν παρεγίγνετο· προελθὼν δὲ ἄχρι Βαιθώρων κώμης τῆς Ἰουδαίας αὐτόθι στρατοπεδεύεται.
290 ὁ δὲ Ἰούδας ἀπαντήσας αὐτῷ καὶ συμβαλεῖν προαιρούμενος, ἐπεὶ τοὺς στρατιώτας ἑώρα πρὸς τὴν μάχην διά τε τὴν ὀλιγότητα καὶ διʼ ἀσιτίαν, νενηστεύκεσαν γάρ, ὀκνοῦντας, παρεθάρσυνεν λέγων οὐκ ἐν τῷ πλήθει τὸ νικᾶν εἶναι καὶ κρατεῖν τῶν πολεμίων, ἀλλʼ ἐν τῷ πρὸς τὸ θεῖον εὐσεβεῖν.
291 καὶ τούτου σαφέστατον ἔχειν παράδειγμα τοὺς προγόνους, οἳ διὰ δικαιοσύνην καὶ τὸ περὶ τῶν ἰδίων νόμων καὶ τέκνων ἀγωνίζεσθαι πολλὰς πολλάκις ἥττησαν μυριάδας· τὸ γὰρ μηδὲν ἀδικεῖν ἰσχυρὰ δύναμις.
292 ταῦτʼ εἰπὼν πείθει τοὺς σὺν αὐτῷ καταφρονήσαντας τοῦ πλήθους τῶν ἐναντίων ὁμόσε χωρῆσαι τῷ Σήρωνι, καὶ συμβαλὼν τρέπει τοὺς Σύρους· πεσόντος γὰρ τοῦ στρατηγοῦ πάντες φεύγειν ὥρμησαν, ὡς ἐν τούτῳ τῆς σωτηρίας αὐτοῖς ἀποκειμένης. ἐπιδιώκων δʼ ἄχρι τοῦ πεδίου κτείνει τῶν πολεμίων ὡσεὶ ὀκτακοσίους· οἱ δὲ λοιποὶ διεσώθησαν εἰς τὴν παραλίαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi