Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 13

arg Ὡς Ἰωνάθης ἀδελφὸς ὢν Ἰούδα τελευτήσαντος αὐτοῦ τὴν ἡγεμονίαν παρέλαβεν.
arg ὡς πολεμήσας Βακχίδην ἠνάγκασεν φιλίαν ποιησάμενον πρὸς αὐτὸν ἀπελθεῖν ἐκ τῆς χώρας.
arg ὅτι Ἀλέξανδρος ὁ τοῦ Ἐπιφανοῦς Ἀντιόχου υἱὸς ἐλθὼν εἰς Συρίαν ἐξήνεγκεν πόλεμον πρὸς Δημήτριον.
arg ὡς Δημήτριος πρεσβευσάμενος πρὸς Ἰωνάθην ποιεῖται συμμαχίαν πρὸς αὐτὸν αὐτόν τε πολλοῖς δωρησάμενος καὶ τὸ ἔθνος ἡμῶν.
arg ὡς Ἀλέξανδρος ταῦτα ἀκούσας καὶ ὑπερβαλὼν τὰ παρὰ τοῦ Δημητρίου καὶ ἀποδείξας Ἰωνάθην ἀρχιερέα συμμαχεῖν ἔπεισεν αὐτῷ.
arg ἡ Ὀνίου φιλία πρὸς τὸν Φιλομήτορα Πτολεμαῖον κατὰ τὸν αὐτὸν καιρὸν γενομένη, καὶ ὡς ᾠκοδόμησεν τὸν Ὀνίου καλούμενον ναὸν πρὸς τὸν ἐν Ἱεροσολύμοις ὄντα.
arg ὅτι Ἀλέξανδρος ἀποθανόντος Δημητρίου σφόδρα ἐτίμησεν Ἰωνάθην.
arg ὡς Δημήτριος ὁ Δημητρίου παῖς πλεύσας εἰς τὴν Συρίαν ἀπὸ Κρήτης καὶ πολεμήσας τὸν Ἀλέξανδρον καὶ κρατήσας αὐτοῦ αὐτὸς ἐβασίλευσεν φιλίαν πρὸς Ἰωνάθην ποιησάμενος.
arg ὡς Τρύφων ὁ Ἀπαμεὺς καταπολεμήσας Δημήτριον Ἀντιόχῳ τῷ Ἀλεξάνδρου υἱῷ παρέδωκεν τὴν βασιλείαν ποιησάμενος καὶ αὐτὸς σύμμαχον Ἰωνάθην.
arg ὡς Δημητρίου ὑπὸ Πάρθων αἰχμαλώτου ληφθέντος παρεσπόνδησεν τὸν Ἰωνάθην καὶ δόλῳ λαβὼν αὐτὸν ἀπέκτεινεν καὶ πόλεμον ἐξήνεγκεν πρὸς τὸν ἀδελφὸν αὐτοῦ Σίμωνα.
arg ὡς Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ τὴν στρατηγίαν ἐνεχείρισεν τὸ ἔθνος καὶ ἀπέδειξεν αὐτὸν ἀρχιερέα.
arg ὡς ἐπολιόρκησεν ἐν Δώροις Τρύφωνα σύμμαχος γενόμενος Ἀντιόχῳ τῷ Δημητρίου ἀδελφῷ τῷ καὶ Εὐσεβεῖ ἐπικληθέντι.
arg ὡς Τρύφωνος ἀναιρεθέντος Ἀντίοχος ἐπολέμησεν Σίμωνα κἀκεῖνος Κενδεβαῖον τὸν στρατηγὸν αὐτοῦ νικήσας τῆς Ἰουδαίας ἐξέβαλεν.
arg ὅτι ὑπὸ τοῦ γαμβροῦ Πτολεμαίου ἐν συμποσίῳ δολοφονηθεὶς ἀπέθανεν, καὶ Πτολεμαῖος δήσας αὐτοῦ τὴν γυναῖκα καὶ τὰ τέκνα τὴν ἀρχὴν αὐτὸς ἐπεχείρησεν κατασχεῖν.
arg ὡς ὁ νεώτατος τῶν Σίμωνος υἱῶν Ὑρκανὸς φθάσας αὐτὸν καὶ τὴν ἡγεμονίαν παραλαβὼν ἐπολιόρκησεν τὸν Πτολεμαῖον εἴς τι φρούριον ἐγκλείσας Δαγὼν καλούμενον.
arg ὡς στρατευσάμενος ἐπὶ Ὑρκανὸν Ἀντίοχος ὁ καλούμενος Εὐσεβὴς καὶ προσκαθίσας τῇ τῶν Ἱεροσολυμιτῶν πόλει διέλυσε τὴν πολιορκίαν λαβὼν παρὰ Ὑρκανοῦ τάλαντα τριακόσια καὶ συμμαχίαν πρὸς αὐτὸν καὶ φιλίαν συνθέμενος.
1 / 63 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi