Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 13

83 Τῶν δὲ γάμων ἐπιτελουμένων Ἀλέξανδρος Ἰωνάθῃ τῷ ἀρχιερεῖ γράψας ἐκέλευσεν αὐτὸν ἥκειν εἰς Πτολεμαΐδα. παραγενόμενος δὲ πρὸς τοὺς βασιλέας καὶ δωρησάμενος αὐτοὺς λαμπρᾶς τῆς παρʼ ἀμφοτέρων ἀπέλαυσε τιμῆς.
84 Ἀλέξανδρος δʼ αὐτὸν ἠνάγκασεν καὶ ἀποδυσάμενον τὴν οἰκείαν ἐσθῆτα λαβεῖν πορφύραν, καὶ συγκαθεσθῆναι ποιήσας αὐτὸν ἐπὶ τοῦ βήματος προσέταξεν τοὺς ἡγεμόνας εἰς μέσην μετʼ αὐτοῦ προελθόντας τὴν πόλιν κηρῦξαι, μηδενὶ κατʼ αὐτοῦ λέγειν ἐφεῖσθαι μηδὲ παρέχειν αὐτῷ πράγματα.
85 τοῦτο δὲ ποιησάντων τῶν ἡγεμόνων ὁρῶντες τὴν παρὰ τοῦ βασιλέως κεκηρυγμένην Ἰωνάθῃ τιμὴν οἱ κατηγορεῖν παρεσκευασμένοι καὶ πρὸς αὐτὸν ἀπεχθῶς ἔχοντες ἀπέδρασαν, μὴ καὶ προσλάβωσίν τι κακὸν δεδιότες. τοσαύτῃ δὲ σπουδῇ περὶ τὸν Ἰωνάθην ὁ βασιλεὺς Ἀλέξανδρος ἐχρῆτο, ὥστʼ αὐτὸν καὶ πρῶτον ἀναγράψαι τῶν φίλων.
86 Ἔτει δὲ πέμπτῳ καὶ ἑξηκοστῷ πρὸς τοῖς ἑκατὸν Δημήτριος ὁ Δημητρίου μετὰ πολλῶν μισθοφόρων, οὓς παρέσχεν αὐτῷ Λασθένης ὁ Κρής, ἄρας ἀπὸ τῆς Κρήτης κατέπλευσεν εἰς Κιλικίαν.
87 τοῦτο δὲ Ἀλέξανδρον ἀκούσαντα εἰς ἀγωνίαν καὶ ταραχὴν ἐνέβαλεν καὶ παραχρῆμα ἐκ τῆς Φοινίκης εἰς Ἀντιόχειαν ἔσπευσεν, ἵνα τὰ ἐκεῖ πρὶν ἢ Δημήτριον ἐλθεῖν ἀσφαλῶς θῆται.
88 κατέλιπεν δὲ τῆς κοίλης Συρίας Ἀπολλώνιον τὸν Τάον ἡγεμόνα, ὃς μετὰ πολλῆς δυνάμεως εἰς Ἰάμνειαν ἐλθὼν ἔπεμψε πρὸς Ἰωνάθην τὸν ἀρχιερέα, λέγων ἄδικον εἶναι μόνον αὐτὸν ἐπʼ ἀδείας ζῆν καὶ μετὰ ἐξουσίας οὐχ ὑποτασσόμενον τῷ βασιλεῖ· τοῦτο δʼ αὐτῷ παρὰ πάντων ὄνειδος φέρειν, ὅτι μὴ ὑποτάξειεν αὐτὸν τῷ βασιλεῖ.
89 μὴ τοίνυν σαυτὸν ἐν τοῖς ὄρεσιν καθήμενος ἐξαπάτα νομίζων ἰσχὺν ἔχειν, ἀλλʼ εἰ θαρρεῖς τῇ σαυτοῦ δυνάμει καταβὰς εἰς τὸ πεδίον τῇ ἡμετέρᾳ στρατιᾷ συγκρίθητι, καὶ τὸ τέλος τῆς νίκης ἐπιδείξει τὸν ἀνδρειότατον.
90 ἴσθι μέντοι γε τοὺς ἀρίστους ἐξ ἑκάστης πόλεως ἐμοὶ συστρατεύεσθαι· καὶ γὰρ δὴ τοὺς σοὺς προγόνους οἱ ἀεὶ νικῶντές εἰσιν οὗτοι. ποιήσῃ δὲ τὸν πρὸς ἡμᾶς ἀγῶνα ἐν τοιαύτῃ γῇ, ἐν ᾗ λίθοις οὐκ ἔστιν ἀλλʼ ὅπλοις ἀμύνασθαι οὐδὲ τόπος εἰς ὃν ἡττώμενος φεύξῃ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi