Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 13

91 Παροξυνθεὶς δʼ ἐπὶ τούτοις ὁ Ἰωνάθης μυρίους ἐπιλεξάμενος στρατιώτας ὥρμησεν ἐξ Ἱεροσολύμων μετὰ καὶ Σίμωνος τἀδελφοῦ, καὶ γενόμενος ἐν Ἰόππῃ στρατοπεδεύεται τῆς πόλεως ἔξω τῶν Ἰοππηνῶν ἀποκλεισάντων αὐτῷ τὰς πύλας· φρουρὰν γὰρ ἔνδον εἶχον ὑπὸ Ἀπολλωνίου κατασταθεῖσαν.
92 τοῦ δὲ Ἰωνάθου πρὸς πολιορκίαν αὐτῶν παρασκευαζομένου, φοβηθέντες μὴ τὴν πόλιν αὐτῶν ἐξέλῃ κατὰ κράτος ἀνοίγουσιν αὐτῷ τὰς πύλας. ὁ δὲ Ἀπολλώνιος ἀκούσας τὴν Ἰόππην κατειλημμένην ὑπὸ τοῦ Ἰωνάθου τρισχιλίους ἱππεῖς παραλαβὼν καὶ πεζοὺς ὀκτακισχιλίους εἰς Ἄζωτον ἦλθεν κἀκεῖθεν ἄρας ἠρέμα καὶ βάδην ἐποιεῖτο τὴν πορείαν, ἐλθὼν δʼ εἰς τὴν Ἰόππην ἀναχωρῶν ἕλκει τὸν Ἰωνάθην εἰς τὸ πεδίον τῇ ἵππῳ καταφρονῶν καὶ τὰς τῆς νίκης ἐλπίδας ἔχων ἐν αὐτῇ.
93 προελθὼν δʼ Ἰωνάθης ἐδίωκεν εἰς Ἄζωτον τὸν Ἀπολλώνιον. ὁ δʼ, ὡς ἐν τῷ πεδίῳ συνέβη γενέσθαι τὸν πολέμιον, ὑποστρέψας εἰς μάχην αὐτῷ συνέβαλεν.
94 τοῦ δʼ Ἀπολλωνίου χιλίους ἱππεῖς καθίσαντος εἰς ἐνέδραν ἔν τινι χειμάρρῳ, ὡς ἂν κατόπιν ἐπιφανεῖεν τοῖς πολεμίοις, αἰσθόμενος ὁ Ἰωνάθης οὐ κατεπλάγη· τάξας δὲ τὴν στρατιὰν ἐν πλινθίῳ κατʼ ἀμφότερα τοὺς πολεμίους ἀμύνασθαι παρεσκευάσατο, καὶ κατὰ πρόσωπον καὶ τοῖς ὄπισθεν ἐπελευσομένοις αὑτὸν ἀντιτάξας.
95 τῆς δὲ μάχης ἕως ἑσπέρας προβαινούσης, δοὺς Σίμωνι τἀδελφῷ μέρος τῆς δυνάμεως τοῦτον μὲν ἐκέλευσε συμβαλεῖν τῇ φάλαγγι τῶν ἐχθρῶν, αὐτὸς δὲ τοὺς σὺν αὐτῷ προσέταξεν φραξαμένους τοῖς ὅπλοις ἀποδέχεσθαι τὰ βέλη τὰ παρὰ τῶν ἱππέων.
96 καὶ οἱ μὲν ἐποίησαν τὸ κελευσθέν, οἱ δὲ τῶν πολεμίων ἱππεῖς ἐπʼ αὐτοὺς ἀφέντες τὰ βέλη μέχρι καὶ ἐξεκενώθησαν οὐδὲν αὐτοὺς ἔβλαπτον· οὐ γὰρ διικνεῖτο τῶν σωμάτων τὰ βαλλόμενα, συμπεφραγμένοις δὲ ταῖς ἀσπίσιν συνηνωμέναις ὑπὸ πυκνότητος ἐπαφιέμενα ῥᾳδίως ἐκρατεῖτο καὶ ἄπρακτα ἐφέρετο.
97 ὡς δὲ παρείθησαν ἀπὸ πρωῒ μέχρι δείλης ὀψίας ἀκοντίζοντες εἰς αὐτοὺς οἱ πολέμιοι, νοήσας Σίμων κεκμηκότας αὐτοὺς συμβάλλει τῇ φάλαγγι, καὶ προθυμίᾳ χρησαμένων πολλῇ τῶν στρατιωτῶν αὐτοῦ τρέπει τοὺς ἐχθροὺς εἰς φυγήν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi