Kitap 13
120
Παραλαβὼν δὲ τὴν βασιλείαν Δημήτριος ὁ Νικάτωρ ἐπιλεγόμενος ὑπὸ πονηρίας ἤρξατο διαφθείρειν τὰ τοῦ Πτολεμαίου στρατεύματα, τῆς τε πρὸς αὐτὸν συμμαχίας ἐκλαθόμενος καὶ ὅτι πενθερὸς ἦν αὐτοῦ καὶ διὰ τὸν τῆς Κλεοπάτρας γάμον συγγενής. οἱ μὲν οὖν στρατιῶται φεύγουσιν αὐτοῦ τὴν πεῖραν εἰς Ἀλεξάνδρειαν, τῶν δʼ ἐλεφάντων Δημήτριος ἐγκρατὴς γίνεται.
121
Ἰωνάθης δʼ ὁ ἀρχιερεὺς ἐξ ἁπάσης τῆς Ἰουδαίας στρατιὰν συναγαγὼν προσβαλὼν ἐπολιόρκει τὴν ἐν τοῖς Ἱεροσολύμοις ἄκραν ἔχουσαν Μακεδονικὴν φρουρὰν καὶ τῶν ἀσεβῶν τινας καὶ πεφευγότων τὴν πάτριον συνήθειαν.
122
οὗτοι δὲ τὸ μὲν πρῶτον κατεφρόνουν ὧν Ἰωνάθης ἐμηχανᾶτο περὶ τὴν αἵρεσιν πεπιστευκότες τῇ ὀχυρότητι τοῦ χωρίου, νυκτὸς δέ τινες τῶν ἐν αὐτῷ πονηρῶν ἐξελθόντες ἧκον πρὸς Δημήτριον καὶ τὴν πολιορκίαν αὐτῷ τῆς ἄκρας ἐμήνυσαν.
123
ὁ δὲ τοῖς ἠγγελμένοις παροξυνθείς, ἀναλαβὼν τὴν δύναμιν ἧκεν ἐκ τῆς Ἀντιοχείας ἐπὶ τὸν Ἰωνάθην. γενόμενος δὲ ἐν Πτολεμαΐδι γράφει κελεύων αὐτὸν σπεῦσαι πρὸς αὐτὸν εἰς Πτολεμαΐδα.
124
ὁ δὲ τὴν μὲν πολιορκίαν οὐκ ἔπαυσεν, τοὺς δὲ πρεσβυτέρους τοῦ λαοῦ παραλαβὼν καὶ τοὺς ἱερεῖς καὶ χρυσὸν καὶ ἄργυρον καὶ ἐσθῆτα καὶ πλῆθος ξενίων κομίζων ἧκεν πρὸς τὸν Δημήτριον, καὶ τούτοις δωρησάμενος αὐτὸν θεραπεύει τὴν ὀργὴν τοῦ βασιλέως, καὶ τιμηθεὶς ὑπʼ αὐτοῦ λαμβάνει βεβαίαν ἔχειν τὴν ἀρχιερωσύνην, καθὼς καὶ παρὰ τῶν πρὸ αὐτοῦ βασιλέων ἐκέκτητο.
125
κατηγορούντων δὲ αὐτοῦ τῶν φυγάδων ὁ Δημήτριος οὐκ ἐπίστευσεν, ἀλλὰ καὶ παρακαλέσαντος αὐτόν, ὅπως ὑπὲρ τῆς Ἰουδαίας ἁπάσης καὶ τῶν τριῶν τοπαρχιῶν Σαμαρείας καὶ Ἰόππης καὶ Γαλιλαίας τριακόσια τελῇ τάλαντα, δίδωσιν καὶ περὶ πάντων ἐπιστολάς, αἳ περιεῖχον τοῦτον τὸν τρόπον·
126
βασιλεὺς Δημήτριος Ἰωνάθῃ τῷ ἀδελφῷ καὶ τῷ ἔθνει τῶν Ἰουδαίων χαίρειν. τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ἧς ἔγραψα Λασθένει τῷ συγγενεῖ ἡμῶν ἀπεστάλκαμεν ὑμῖν, ἵνα εἰδῆτε.