Kitap 13
127
βασιλεὺς Δημήτριος Λασθένει τῷ πατρὶ χαίρειν. τῷ Ἰουδαίων ἔθνει ὄντι φίλῳ καὶ τὰ δίκαια τὰ πρὸς ἡμᾶς φυλάττοντι τῆς εὐνοίας ἔκρινα χάριν παρασχεῖν. καὶ τοὺς τρεῖς νομοὺς Ἀφαίρεμα καὶ Λύδδα καὶ Ῥαμαθαιν, οἳ τῇ Ἰουδαίᾳ προσετέθησαν ἀπὸ τῆς Σαμαρείτιδος, καὶ τὰ προσκυροῦντα τούτοις,
128
ἔτι τε ὅσα παρὰ τῶν θυόντων ἐν Ἱεροσολύμοις ἐλάμβανον οἱ πρὸ ἐμοῦ βασιλεῖς, καὶ ὅσα ἀπὸ τῶν καρπῶν τῆς γῆς καὶ τῶν φυτῶν, καὶ τἆλλα τὰ προσήκοντα ἡμῖν, καὶ τὰς λίμνας τῶν ἁλῶν καὶ τοὺς κομιζομένους ἡμῖν στεφάνους ἀφίημι αὐτοῖς, καὶ οὐδὲν παραβιβασθήσεται τούτων ἀπὸ τοῦ νῦν οὐδὲ εἰς τὸν ἅπαντα χρόνον. φρόντισον οὖν,
129
ἵνα τούτων ἀντίγραφον γένηται καὶ δοθῇ Ἰωνάθῃ καὶ ἐν ἐπισήμῳ τόπῳ τοῦ ἁγίου ἱεροῦ τεθῇ. τὰ μὲν δὴ γραφέντα ταῦτα ἦν. ὁρῶν δὲ ὁ Δημήτριος εἰρήνην οὖσαν καὶ μηδένα κίνδυνον μηδὲ πολέμου φόβον ὑπάρχοντα διέλυσε τὴν στρατιὰν καὶ τὸν μισθὸν αὐτῶν ἐμείωσεν, καὶ μόνοις τοῦτον ἐχορήγει τοῖς ξενολογηθεῖσιν, οἳ συνανέβησαν ἐκ Κρήτης αὐτῷ καὶ ἐκ τῶν ἄλλων νήσων.
130
ἔχθρα τοιγαροῦν αὐτῷ καὶ μῖσος ἐκ τούτου γίνεται παρὰ τῶν στρατιωτῶν, οἷς αὐτὸς μὲν οὐδὲν οὐκέτι παρεῖχεν, οἱ δὲ πρὸ αὐτοῦ βασιλεῖς καὶ ἐπʼ εἰρήνης χορηγοῦντες αὐτοῖς ὁμοίως διετέλουν, ἵνʼ εὐνοοῦντας ἔχωσιν καὶ ἐν τοῖς ὑπὲρ αὐτῶν ἀγῶσιν εἰ δεήσειέν ποτε προθύμους.
131
Ἀμέλει ταύτην νοήσας τὴν δύσνοιαν τῶν στρατιωτῶν πρὸς Δημήτριον Ἀλεξάνδρου τις στρατηγὸς Ἀπαμεὺς τὸ γένος Διόδοτος ὁ καὶ Τρύφων ἐπικληθείς, παραγίνεται πρὸς Μάλχον τὸν Ἄραβα, ὃς ἔτρεφε τὸν Ἀλεξάνδρου υἱὸν Ἀντίοχον, καὶ δηλώσας αὐτῷ τὴν δυσμένειαν τὴν τῶν στρατευμάτων πρὸς Δημήτριον ἔπειθεν αὐτῷ δοῦναι τὸν Ἀντίοχον· βασιλέα γὰρ αὐτὸν ποιήσειν καὶ τὴν ἀρχὴν αὐτῷ τὴν τοῦ πατρὸς ἀποκαταστήσειν.
132
ὁ δὲ τὸ μὲν πρῶτον ἀντεῖχεν ὑπʼ ἀπιστίας, ὕστερον δὲ πολλῷ χρόνῳ προσλιπαρήσαντος τοῦ Τρύφωνος νικᾶται τὴν προαίρεσιν εἰς ἃ Τρύφων παρεκάλει. καὶ τὰ μὲν περὶ τούτου τἀνδρὸς ἐν τούτοις ὑπῆρχεν.