Kitap 13
133
Ὁ δʼ ἀρχιερεὺς Ἰωνάθης ἐξελθεῖν βουλόμενος τοὺς ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων καὶ τοὺς Ἰουδαίων φυγάδας καὶ ἀσεβεῖς καὶ τοὺς ἐν ἁπάσῃ τῇ χώρᾳ φρουρούς, πέμψας πρὸς Δημήτριον δῶρα καὶ πρεσβευτὰς παρεκάλει τοὺς ἐν τοῖς ὀχυρώμασι τῆς Ἰουδαίας ἐκβαλεῖν.
134
ὁ δʼ οὐ ταῦτα μόνον αὐτῷ παρέξειν, ἀλλὰ καὶ μείζω τούτων ὑπισχνεῖται μετὰ τὸν ἐν χερσὶ πόλεμον· τούτῳ γὰρ νῦν εὐσχολεῖν. ἠξίου δʼ αὐτὸν καὶ συμμαχίαν πέμψαι δηλῶν ἀποστῆναι τὴν δύναμιν αὐτοῦ. καὶ Ἰωνάθης μὲν τρισχιλίους ἐπιλεξάμενος στρατιώτας ἔπεμψεν.
135
Ἀντιοχεῖς δὲ μισοῦντες τὸν Δημήτριον ὑπὲρ ὧν πεπόνθεισαν ὑπʼ αὐτοῦ κακῶς, ἀπεχθανόμενοι δʼ αὐτῷ καὶ διὰ τὸν πατέρα Δημήτριον πολλὰ εἰς αὐτοὺς ἐξαμαρτόντα, καιρὸν ἐπετήρουν λαβεῖν καθʼ ὃν ἐπιθοῖντο αὐτῷ.
136
νοήσαντες δὲ συμμαχίαν παροῦσαν παρὰ Ἰωνάθου τῷ Δημητρίῳ καὶ συμφρονήσαντες, ὅτι πολλὴν ἀθροίσει δύναμιν, εἰ μὴ φθάσαντες προκαταλάβοιεν αὐτόν, ἁρπάσαντες τὰ ὅπλα καὶ περιστάντες τοῖς βασιλείοις αὐτοῦ τρόπῳ πολιορκίας καὶ τὰς ἐξόδους διαλαβόντες ἐζήτουν χειρώσασθαι τὸν βασιλέα.
137
ὁ δὲ τὸν δῆμον ὁρῶν τὸν τῶν Ἀντιοχέων ἐκπεπολεμωμένον πρὸς αὐτὸν καὶ ἐν ὅπλοις ὄντα, παραλαβὼν τοὺς μισθοφόρους καὶ τοὺς πεμφθέντας ὑπὸ Ἰωνάθου Ἰουδαίους συμβάλλει τοῖς Ἀντιοχεῦσιν καὶ βιασθεὶς ὑπʼ αὐτῶν, πολλαὶ γὰρ ἦσαν μυριάδες, ἡττᾶται.
138
βλέποντες δὲ τοὺς Ἀντιοχεῖς κρατοῦντας οἱ Ἰουδαῖοι ἐπὶ τὰς στέγας τῶν βασιλείων ἀναβάντες ἐκεῖθεν ἔβαλλον τοὺς Ἀντιοχεῖς, καὶ τοῦ μὲν αὐτοί τι πάσχειν ὑπʼ αὐτῶν ὄντες πορρωτάτω διὰ τὸ ὕψος, ποιοῦντες δʼ αὐτοὺς κακῶς διὰ τὸ ἄνωθεν μάχεσθαι τῶν σύνεγγυς αὐτοὺς οἰκιῶν ἀπώσαντο.
139
καὶ ταύταις μὲν εὐθὺς πῦρ ἐνῆκαν, ἡ δὲ φλὸξ ἐφʼ ὅλην διατείνουσα τὴν πόλιν πυκνῶν τῶν οἰκιῶν οὐσῶν καὶ τὰ πλεῖστα ἐκ ξύλων ᾠκοδομημένων πᾶσαν αὐτὴν ἐνέμετο.
140
οἱ δʼ Ἀντιοχεῖς μὴ δυνάμενοι βοηθῆσαι μηδὲ κρατῆσαι τοῦ πυρὸς εἰς φυγὴν ἐτράπησαν. τῶν δὲ Ἰουδαίων ἀπὸ δώματος ἐπὶ δῶμα διαπηδώντων καὶ τοῦτον αὐτοὺς διωκόντων τὸν τρόπον παράδοξον συνέβη γενέσθαι τὴν δίωξιν.