Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 13

141 ὁ δὲ βασιλεὺς ὁρῶν τοὺς Ἀντιοχεῖς σῶσαι τὰ τέκνα καὶ τὰς γυναῖκας ἐσπουδακότας καὶ διὰ τοῦτο μηκέτι μαχομένους διʼ ἄλλων αὐτοῖς ἐπιτίθεται στενωπῶν, καὶ συμβαλὼν πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, ὡς ἀναγκασθῆναι ῥῖψαι τὰς πανοπλίας καὶ παραδοῦναι αὑτοὺς τῷ Δημητρίῳ.
142 συγγνοὺς δʼ αὐτοῖς τῶν τετολμημένων καταπαύει τὴν στάσιν. δωρησάμενος δὲ τοῖς Ἰουδαίοις τὰς ἐκ τῶν σκύλων ὠφελείας καὶ ὡς αἰτιωτάτοις τῆς νίκης αὐτῷ γεγενημένοις εὐχαριστήσας ἀπέπεμψεν εἰς Ἱεροσόλυμα πρὸς Ἰωνάθην μαρτυρῶν αὐτῷ τῆς συμμαχίας.
143 ὕστερον δὲ πονηρὸς εἰς αὐτὸν ἐγένετο καὶ τὰς ὑποσχέσεις διεψεύσατο καὶ πόλεμον ἠπείλησεν, εἰ μὴ τοὺς φόρους αὐτῷ πάντας ἀποδώσει, οὓς ὤφειλεν τὸ τῶν Ἰουδαίων ἔθνος ἀπὸ τῶν πρώτων βασιλέων. καὶ ταῦτʼ ἐποίησεν ἄν, εἰ μὴ Τρύφων αὐτὸν ἐπέσχεν καὶ τὴν ἐπὶ τὸν Ἰωνάθην αὐτοῦ παρασκευὴν ἀντιμετέσπασεν εἰς τὰς περὶ αὐτοῦ φροντίδας.
144 ὑποστρέψας γὰρ ἐκ τῆς Ἀραβίας εἰς τὴν Συρίαν μετὰ τοῦ παιδὸς Ἀντιόχου, μειράκιον δʼ ἦν οὗτος τὴν ἡλικίαν, περιτίθησιν αὐτῷ τὸ διάδημα. καὶ προσχωρήσαντος τοῦ στρατιωτικοῦ παντός, ὃ καταλελοίπει τὸν Δημήτριον διὰ τὸ μὴ τυγχάνειν μισθῶν, πόλεμον ἐκφέρει πρὸς τὸν Δημήτριον, καὶ συμβαλὼν αὐτῷ κρατεῖ τῇ μάχῃ καὶ τούς τε ἐλέφαντας καὶ τὴν τῶν Ἀντιοχέων πόλιν λαμβάνει.
145 Δημήτριος μὲν οὖν ἡττηθεὶς ἀνεχώρησεν εἰς Κιλικίαν, ὁ δὲ παῖς Ἀντίοχος πέμψας πρὸς Ἰωνάθην πρεσβευτὰς καὶ γράμματα φίλον τε καὶ σύμμαχον αὐτὸν ἐποιεῖτο καὶ τὴν ἀρχιερωσύνην ἐβεβαίου καὶ τῶν τεσσάρων παρεχώρει νομῶν, οἳ τῇ χώρᾳ τῶν Ἰουδαίων προσετέθησαν.
146 ἔτι γε μὴν σκεύη χρυσᾶ καὶ ἐκπώματα καὶ πορφυρᾶν ἐσθῆτα χρῆσθαι τούτοις ἐπιτρέπων ἀπέστειλεν καὶ πόρπῃ δʼ αὐτὸν δωρεῖται χρυσέᾳ καὶ τῶν πρώτων αὐτοῦ καλεῖσθαι φίλων. τὸν ἀδελφὸν δʼ αὐτοῦ Σίμωνα στρατηγὸν τῆς στρατιᾶς ἀπὸ κλίμακος τῆς Τυρίων ἕως Αἰγύπτου καθίστησιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi