Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 13

147 Ἰωνάθης δʼ ἐπὶ τοῖς παρʼ Ἀντιόχου γεγενημένοις εἰς αὐτὸν ἡσθεὶς πέμψας πρὸς αὐτόν τε καὶ Τρύφωνα πρεσβευτὰς εἶναί τε φίλος ὡμολόγει καὶ σύμμαχος καὶ πολεμήσειν σὺν αὐτῷ πρὸς Δημήτριον, διδάσκων ὡς οὐδʼ αὐτῷ χάριτας ἀποδοίη πολλῶν παρʼ αὐτοῦ χρηστῶν ἐν οἷς ἐδεῖτο τυχών, ἀλλὰ προσαδικήσειεν ἀνθʼ ὧν εὖ πάθοι.
148 Συγχωρήσαντος οὖν Ἀντιόχου δύναμιν αὐτῷ συναγαγόντι πολλὴν ἔκ τε Συρίας καὶ Φοινίκης τοῖς Δημητρίου πολεμῆσαι στρατηγοῖς εὐθὺς ὥρμησεν εἰς τὰς πόλεις. αἱ δὲ λαμπρῶς μὲν ἐξεδέξαντο, στρατιὰν δʼ οὐκ ἔδοσαν.
149 παραγενόμενος δʼ ἐκεῖθεν πρὸς Ἀσκάλωνα πόλιν καὶ τῶν Ἀσκαλωνιτῶν φιλοτίμως αὐτῷ μετὰ δώρων ἀπαντησάντων, αὐτούς τε τούτους παρεκάλει καὶ τῶν ἐν τῇ κοίλῃ Συρίᾳ πόλεων ἑκάστην ἀποστᾶσαν Δημητρίου προσθέσθαι μὲν Ἀντιόχῳ, σὺν αὐτῷ δὲ πολεμούσας πειρᾶσθαι παρὰ Δημητρίου δίκην λαμβάνειν ὧν ἁμάρτοι ποτʼ εἰς αὐτάς· εἶναι δʼ αὐταῖς βουλομέναις ταῦτα φρονεῖν πολλὰς αἰτίας.
150 πείσας δʼ ὁμολογῆσαι πρὸς τὸν Ἀντίοχον συμμαχεῖν τὰς πόλεις εἰς Γάζαν παρεγένετο προσαξόμενος καὶ τὴν παρὰ τούτων εὔνοιαν Ἀντιόχῳ. πολὺ δʼ εὗρεν τῆς προσδοκίας τοὺς Γαζαίους ἀλλοτριώτερον ἔχοντας· ἀπέκλεισαν γὰρ αὐτῷ τὰς πύλας καὶ τὸν Δημήτριον ἐγκαταλιπόντες οὐκ ἔγνωσαν Ἀντιόχῳ προσχωρῆσαι.
151 τοῦτο παρώξυνεν εἰς πολιορκίαν τὸν Ἰωνάθην καὶ τῆς χώρας τὴν κάκωσιν· μέρος γὰρ τῆς στρατιᾶς περικαθίσας τῇ Γάζῃ τῷ λοιπῷ τὴν γῆν αὐτὸς ἐπιὼν διέφθειρεν καὶ ἐνεπίμπρα. ταῦτα δὲ πάσχοντας ἑαυτοὺς ὁρῶντες οἱ Γαζῖται καὶ μηδεμίαν ἀπὸ Δημητρίου βοήθειαν αὐτοῖς γινομένην, ἀλλὰ τὸ μὲν λυποῦν ἤδη παρόν, τὸ δʼ ὠφελῆσον μακρὰν ἔτι καὶ ἄδηλον εἰ παραγένοιτο, σῶφρον ἔκριναν εἶναι τοῦτʼ ἀφέντες παραμένειν ἐκεῖνο θεραπεύειν.
152 πέμψαντες οὖν πρὸς τὸν Ἰωνάθην φιλίαν τε ὡμολόγουν καὶ συμμαχίαν· οἱ μὲν γὰρ ἄνθρωποι πρὸ πείρας τῶν δεινῶν οὐ συνιᾶσιν τὸ συμφέρον, ἀλλʼ ὅταν ἔν τινι κακῷ γενόμενοι τύχωσιν, τότε γνωσιμαχήσαντες ἃ μηδʼ ὅλως βλαβέντας ἄμεινον ἦν ποιεῖν ταῦθʼ ὕστερον ζημιωθέντες αἱροῦνται.
153 ὁ δὲ συνθέμενος πρὸς αὐτοὺς φιλίαν καὶ λαβὼν ὁμήρους τούτους μὲν ἀπέστειλεν εἰς Ἱεροσόλυμα, αὐτὸς δὲ τὴν χώραν ἅπασαν ἐπῆλθεν ἄχρι Δαμασκοῦ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi