Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 13

154 Τῶν δὲ Δημητρίου στρατηγῶν ἀκουσθέντων αὐτῷ προελθεῖν εἰς Κέδασαν σὺν πολλῇ στρατιᾷ, μεταξὺ δʼ ἐστὶν αὕτη τῆς τε Τυρίων γῆς καὶ τῆς Γαλιλαίας· ἀπάξειν γὰρ αὐτὸν ἐκ τῆς Συρίας ὑπέλαβον ἐπὶ τὴν τῶν Γαλιλαίων συμμαχίαν· τῆς γὰρ Γαλιλαίας ὄντας αὐτοὺς οὐ περιόψεσθαι πολεμουμένους· ὑπήντησεν αὐτοῖς τὸν ἀδελφὸν Σίμωνα καταλιπὼν ἐν τῇ Ἰουδαίᾳ,
155 ὃς στρατὸν ἐκ τῆς χώρας συναγαγὼν ὡς ἐνῆν ἱκανώτατον τὴν Βεθσούραν πολιορκῶν προσεκάθητο χωρίον τῆς Ἰουδαίας ὀχυρώτατον· κατεῖχεν γὰρ αὐτὸ φρουρὰ Δημητρίου. δεδήλωται δʼ ἡμῖν τοῦτο καὶ πρότερον.
156 ὡς δὲ χώματα μὲν ἐγείραντος τοῦ Σίμωνος, μηχανήματα δʼ ἱστάντος καὶ πολλῇ σπουδῇ χρωμένου περὶ τὴν τῆς Βεθσούρου πολιορκίαν ἔδεισαν οἱ φρουροί, μὴ κατὰ κράτος ἐξαιρεθέντος τοῦ χωρίου διαφθαρῶσιν, πέμψαντες πρὸς τὸν Σίμωνα ἠξίουν ὅρκους λαβόντες, ὥστε μηδὲν ὑπʼ αὐτοῦ παθεῖν, καταλιπεῖν τὸ χωρίον καὶ πρὸς Δημήτριον ἀπελθεῖν.
157 ὁ δὲ δοὺς ταύτας αὐτοῖς τὰς πίστεις ἐκβάλλει μὲν ἐκείνους ἐκ τῆς πόλεως, αὐτὸς δὲ φρουρὰν καθίστησιν ἰδίαν.
158 Ἰωνάθης δὲ ἄρας ἐκ τῆς Γαλιλαίας ἀπὸ τῶν ὑδάτων τῶν Γενησάρων λεγομένων, ἐκεῖ γὰρ ἐτύγχανεν ἐστρατοπεδευκώς, εἰς τὸ καλούμενον Ἀσὼρ πεδίον προῆλθεν οὐκ εἰδὼς ὄντας ἐν αὐτῇ τοὺς πολεμίους.
159 μαθόντες δὲ πρὸ μιᾶς ἡμέρας οἱ τοῦ Δημητρίου μέλλειν Ἰωνάθην ἐπʼ αὐτοὺς βαδίζειν ἐνέδραν αὐτῷ καὶ τοὺς λοχήσοντας ἐν τῷ ὄρει καθίσαντες αὐτοὶ μετὰ τῆς στρατιᾶς ἀπήντων εἰς τὸ πεδίον· οὓς ἰδὼν ὁ Ἰωνάθης ἑτοίμους πρὸς μάχην παρεσκευάζετο καὶ αὐτὸς τοὺς ἰδίους στρατιώτας πρὸς τὸν ἀγῶνα, ὡς ἠδύνατο.
160 τῶν δὲ εἰς τὴν ἐνέδραν ὑπὸ τῶν Δημητρίου στρατηγῶν κατασταθέντων κατὰ νώτου τοῖς Ἰουδαίοις γενομένων, δείσαντες μὴ μέσοι ληφθέντες ἀπόλωνται, φεύγειν ὥρμησαν.
161 καὶ οἱ μὲν ἄλλοι πάντες τὸν Ἰωνάθην κατέλιπον, ὀλίγοι δέ τινες ὡς περὶ πεντήκοντα τὸν ἀριθμὸν ὑπέμειναν, καὶ Ματθίας ὁ Ἀψαλώμου καὶ Ἰούδας ὁ Χαψέου τῆς ἁπάσης δυνάμεως ἡγεμόνες ὄντες· τολμηρῶς δὲ καὶ μετὰ ἀπογνώσεως εἰς τοὺς πολεμίους ὠσάμενοι τῷ τε θάρσει κατέπληξαν αὐτοὺς καὶ ταῖς χερσὶν ἀπέστρεψαν εἰς φυγήν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi