Kitap 13
5
ταύτης δὲ τῆς συμφορᾶς τοῖς Ἰουδαίοις τηλικαύτης γενομένης, ἡλίκης οὐκ ἦσαν πεπειραμένοι μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, οἱ περιλειφθέντες τῶν ἑταίρων τῶν Ἰούδου βλέποντες ἀπολλύμενον οἰκτρῶς τὸ ἔθνος προσελθόντες αὐτοῦ τῷ ἀδελφῷ Ἰωνάθῃ μιμεῖσθαι τὸν ἀδελφὸν αὐτοῦ καὶ τὴν ἐκείνου περὶ τῶν ὁμοφύλων πρόνοιαν ἠξίουν ἀποθανόντος ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας, καὶ μὴ περιορᾶν ἀπροστάτητον τὸ ἔθνος μηδʼ ἐν οἷς φθείρεται.
6
ὁ δʼ Ἰωνάθης φήσας ἑτοίμως ἔχειν ἀποθνήσκειν ὑπὲρ αὐτῶν καὶ νομισθεὶς κατὰ μηδὲν εἶναι χείρων τἀδελφοῦ στρατηγὸς ἀποδείκνυται τῶν Ἰουδαίων.
7
Ὁ δὲ Βακχίδης ἀκούσας καὶ φοβηθείς, μὴ παράσχῃ πράγματα τῷ βασιλεῖ καὶ τοῖς Μακεδόσιν ὁ Ἰωνάθης, ὡς καὶ πρότερον Ἰούδας, ἀποκτεῖναι δόλῳ τοῦτον ἐζήτει.
8
ταύτην δὲ ἔχων τὴν προαίρεσιν οὐκ ἔλαθεν τὸν Ἰωνάθην οὐδὲ τὸν ἀδελφὸν αὐτοῦ Σίμωνα, ἀλλὰ γὰρ μαθόντες οὗτοι καὶ παραλαβόντες τοὺς ἑταίρους ἅπαντας εἰς τὴν ἐρημίαν τὴν ἔγγιστα τῆς πόλεως τὸ τάχος ἔφυγον, καὶ παραγενόμενοι ἐπὶ τὸ ὕδωρ τὸ καλούμενον λάκκου Ἀσφὰρ αὐτόθι διῆγον.
9
ὁ δὲ Βακχίδης αἰσθόμενος αὐτοὺς ἀπηρκότας καὶ ἐν ἐκείνῳ τῷ τόπῳ τυγχάνοντας ὥρμησεν ἐπʼ αὐτοὺς μετὰ πάσης τῆς δυνάμεως, καὶ πέραν τοῦ Ἰορδάνου στρατοπεδευσάμενος ἀνελάμβανε τὴν δύναμιν.
10
Ἰωνάθης δὲ γνοὺς τὸν Βακχίδην ἐπʼ αὐτὸν ἥκοντα πέμπει τὸν ἀδελφὸν Ἰωάννην τὸν καὶ Γάδδειν λεγόμενον πρὸς τοὺς Ναβαταίους Ἄραβας, ἵνα παρʼ αὐτοῖς ἀποθῆται τὴν ἀποσκευὴν ἕως οὗ πολεμήσουσι πρὸς Βακχίδην· ἦσαν γὰρ φίλοι.
11
τὸν δὲ Ἰωάννην ἀπιόντα πρὸς τοὺς Ναβαταίους ἐνεδρεύσαντες ἐκ Μηδάβας πόλεως οἱ Ἀμαραίου παῖδες αὐτόν τε συλλαμβάνουσι καὶ τοὺς σὺν αὐτῷ, καὶ διαρπάσαντες ὅσα ἐπεκομίζετο κτείνουσι τὸν Ἰωάννην καὶ τοὺς ἑταίρους αὐτοῦ πάντας. δίκην μέντοι γε τούτων ὑπέσχον τοῖς ἀδελφοῖς αὐτοῦ τὴν ἀξίαν, ἣν μετʼ οὐ πολὺ δηλώσομεν.
12
Ὁ δὲ Βακχίδης γνοὺς τὸν Ἰωνάθην ἐν τοῖς ἕλεσι τοῦ Ἰορδάνου κατεστρατοπεδευμένον παραφυλάξας τὴν τῶν σαββάτων ἡμέραν ἐπʼ αὐτὸν ἧκεν ὡς οὐ μαχούμενον ἐκείνῃ διὰ τὸν νόμον.