Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 13

214 τοσαύτη δʼ ἦν ἡ τοῦ πλήθους περὶ τὸν Σίμωνα φιλοτιμία, ὥστʼ ἐν τοῖς πρὸς ἀλλήλους συμβολαίοις καὶ τοῖς δημοσίοις γράμμασιν ἐπὶ πρώτου ἔτους γράφειν Σίμωνος καὶ εὐεργέτου Ἰουδαίων καὶ ἐθνάρχου· εὐτύχησαν γὰρ ἐπʼ αὐτοῦ σφόδρα καὶ τῶν ἐχθρῶν τῶν περιοίκων ἐκράτησαν.
215 κατεστρέψατο γὰρ Σίμων Γάζαρά τε πόλιν καὶ Ἰόππην καὶ Ἰάμνειαν, ἐκπολιορκήσας δὲ καὶ τὴν ἐν τοῖς Ἱεροσολύμοις ἄκραν εἰς ἔδαφος αὐτὴν καθεῖλεν, ὡς ἂν μὴ τοῖς ἐχθροῖς ὁρμητήριον ᾖ καταλαμβανομένοις αὐτὴν τοῦ κακῶς ποιεῖν, ὡς καὶ τότε. καὶ τοῦτο ποιήσας ἄριστον ἐδόκει καὶ συμφέρον καὶ τὸ ὄρος ἐφʼ οὗ τὴν ἄκραν εἶναι συνέβαινεν καθελεῖν, ὅπως ὑψηλότερον ᾖ τὸ ἱερόν.
216 καὶ δὴ τοῦτʼ ἔπειθεν εἰς ἐκκλησίαν καλέσας τὸ πλῆθος ὑπʼ αὐτοῦ γίνεσθαι, ὧν τε ἔπαθον ὑπὸ τῶν φρουρῶν καὶ τῶν φυγάδων Ἰουδαίων ὑπομιμνήσκων, ἅ τε πάθοιεν ἄν, εἰ πάλιν κατάσχοι τὴν βασιλείαν ἀλλόφυλος φρουρᾶς ἐν αὐτῇ κατασταθείσης.
217 ταῦτα λέγων πείθει τὸ πλῆθος παραινῶν αὐτῷ τὰ συμφέροντα. καὶ πάντες προσβαλόντες καθῄρουν τὸ ὄρος καὶ μήτε νυκτὸς μήθʼ ἡμέρας ἀπολυόμενοι τοῦ ἔργου τρισὶν αὐτὸ τοῖς πᾶσιν ἔτεσιν κατήγαγον εἰς ἔδαφος καὶ πεδινὴν λειότητα. καὶ τὸ λοιπὸν ἐξεῖχεν ἁπάντων τὸ ἱερὸν τῆς ἄκρας καὶ τοῦ ὄρους ἐφʼ ᾧ ἦν καθῃρημένων. καὶ τὰ μὲν ἐπὶ Σίμωνος πραχθέντα τοῦτον εἶχεν τὸν τρόπον.
218 Μετʼ οὐ πολὺ δὲ τῆς αἰχμαλωσίας τῆς Δημητρίου τὸν Ἀλεξάνδρου υἱὸν Ἀντίοχον, ὃς καὶ Θεὸς ἐπεκλήθη, Τρύφων διέφθειρεν ἐπιτροπεύων αὐτοῦ τέσσαρα βασιλεύσαντα ἔτη. καὶ τὸν μέν, ὡς χειριζόμενος ἀποθάνοι, διήγγειλεν·
219 τοὺς δὲ φίλους καὶ τοὺς οἰκειοτάτους διέπεμπε πρὸς τοὺς στρατιώτας, ἐπαγγελλόμενος αὐτοῖς χρήματα πολλὰ δώσειν, εἰ βασιλέα χειροτονήσουσιν αὐτόν, Δημήτριον μὲν ὑπὸ Πάρθων αἰχμάλωτον γεγονέναι μηνύων, τὸν δʼ ἀδελφὸν αὐτοῦ Ἀντίοχον παρελθόντα εἰς τὴν ἀρχὴν πολλὰ ποιήσειν αὐτοῖς κακὰ τῆς ἀποστάσεως ἀμυνόμενον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi