Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 13

227 καὶ τοὺς μὲν υἱεῖς μετὰ τῶν μαχιμωτέρων προεκπέμπει στρατιωτῶν, αὐτὸς δὲ κατʼ ἄλλο μέρος προῄει μετὰ τῆς δυνάμεως, καὶ πολλοὺς ἐν τοῖς φαραγγώδεσι τῶν ὀρῶν τούτους εἰς ἐνέδραν καταστήσας διαμαρτάνει μὲν οὐδεμιᾶς τῶν ἐπιχειρήσεων, κρατήσας δὲ διὰ πάσης τῶν πολεμίων ἐν εἰρήνῃ τὸν λοιπὸν διήγαγεν χρόνον, ποιησάμενος καὶ αὐτὸς πρὸς Ῥωμαίους συμμαχίαν.
228 Ἦρξε μὲν οὖν ὀκτὼ τὰ πάντα τῶν Ἰουδαίων ἔτη, τελευτᾷ δὲ ἐξ ἐπιβουλῆς ἐν συμποσίῳ Πτολεμαίου τοῦ γαμβροῦ ταύτην ἐπʼ αὐτὸν συστησαμένου, ὃς καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τοὺς δύο παῖδας συλλαβὼν καὶ δεδεμένους ἔχων ἔπεμψεν καὶ ἐπὶ Ἰωάννην τὸν τρίτον, τούτῳ δὲ καὶ Ὑρκανὸς ἦν ὄνομα, τοὺς διαφθεροῦντας.
229 αἰσθόμενος δὲ τοὺς ἐλθόντας ὁ νεανίσκος διαφυγὼν τὸν ἐξ αὐτῶν κίνδυνον εἰς τὴν πόλιν ἠπείγετο, θαρρῶν τῷ πλήθει διὰ τὰς τοῦ πατρὸς εὐεργεσίας καὶ διὰ τὸ Πτολεμαίου τοῖς ὄχλοις μῖσος. σπουδάσαντα δὲ καὶ Πτολεμαῖον εἰσελθεῖν διʼ ἄλλης πύλης ὁ δῆμος ἀπεώσατο τὸν Ὑρκανὸν ἤδη προσδεδεγμένος.
230 Καὶ ὁ μὲν εἰς ἕν τι τῶν ὑπὲρ Ἱεριχοῦντος ἐρυμάτων ἀνεχώρησεν Δαγὼν λεγόμενον. ἀπολαβὼν δὲ τὴν πάτριον ἀρχιερωσύνην Ὑρκανὸς καὶ τὸν θεὸν πρώταις θυσίαις παραστησάμενος ἐπὶ τὸν Πτολεμαῖον ἐξεστράτευσεν, καὶ προσβαλὼν τῷ χωρίῳ τοῖς μὲν ἄλλοις περιῆν αὐτοῦ, ἡττᾶτο δὲ μόνῳ τῷ πρὸς τὴν μητέρα καὶ τοὺς ἀδελφοὺς οἴκτῳ.
231 τούτους γὰρ Πτολεμαῖος ἀναγαγὼν ἐπὶ τὸ τεῖχος ἐξ ἀπόπτου ᾐκίζετο καὶ κατακρημνίσειν οὐκ ἀφισταμένου τῆς πολιορκίας ἠπείλει. ὁ δʼ ὅσον ἂν ἐνδοίη τῆς περὶ τὴν αἵρεσιν τοῦ χωρίου σπουδῆς, τοσοῦτο χαρίζεσθαι τοῖς φιλτάτοις ἡγούμενος πρὸς τὸ μὴ κακῶς πάσχειν, ἐξέλυε τὸ πρόθυμον.
232 ἡ μέντοι μήτηρ ὀρέγουσα τὰς χεῖρας ἱκέτευε μὴ μαλακίζεσθαι διʼ αὐτήν, ἀλλὰ πολὺ πλέον ὀργῇ χρώμενον ἑλεῖν σπουδάσαι τὸ χωρίον καὶ τὸν ἐχθρὸν ὑπʼ αὐτῷ ποιήσαντα τιμωρῆσαι τοῖς φιλτάτοις· ἡδὺν γὰρ αὐτῇ τὸν μετʼ αἰκίας εἶναι θάνατον, εἰ δίκην ὑπόσχοι τῆς εἰς αὐτοὺς παρανομίας ὁ ταῦτα ποιῶν πολέμιος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi