Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 13

233 τὸν δὲ Ὑρκανὸν ταῦτα μὲν λεγούσης τῆς μητρὸς ὁρμή τις ἐλάμβανεν πρὸς τὴν αἵρεσιν τοῦ φρουρίου, ἡνίκα δʼ αὐτὴν ἴδοι τυπτομένην καὶ σπαραττομένην, ἐξελύετο καὶ τῆς ἐπὶ τοῖς εἰς τὴν μητέρα πραττομένοις συμπαθείας ἥττων ἐγίνετο.
234 ἑλκομένης δʼ οὕτως εἰς χρόνον τῆς πολιορκίας ἐνίσταται τὸ ἔτος ἐκεῖνο, καθʼ ὃ συμβαίνει τοὺς Ἰουδαίους ἀργεῖν· κατὰ δὲ ἑπτὰ ἔτη τοῦτο παρατηροῦσιν, ὡς ἐν ταῖς ἑβδομάσιν ἡμέραις.
235 καὶ Πτολεμαῖος, ὑπὸ ταύτης ἀνεθεὶς τοῦ πολέμου τῆς αἰτίας ἀποκτείνει τοὺς ἀδελφοὺς τοῦ Ὑρκανοῦ καὶ τὴν μητέρα καὶ τοῦτο δράσας πρὸς Ζήνωνα φεύγει τὸν ἐπικληθέντα Κοτυλᾶν, τυραννεύοντα τῆς Φιλαδελφέων πόλεως.
236 Ἀντίοχος δὲ χαλεπῶς ἔχων ἐφʼ οἷς ὑπὸ Σίμωνος ἔπαθεν εἰς τὴν Ἰουδαίαν ἐνέβαλεν τετάρτῳ μὲν ἔτει τῆς βασιλείας αὐτοῦ, πρώτῳ δὲ τῆς Ὑρκανοῦ ἀρχῆς, ὀλυμπιάδι ἑκατοστῇ καὶ ἑξηκοστῇ καὶ δευτέρᾳ.
237 δῃώσας δὲ τὴν χώραν τὸν Ὑρκανὸν εἰς αὐτὴν ἐνέκλεισε τὴν πόλιν, ἣν ἑπτὰ στρατοπέδοις περιλαβὼν ἤνυσε μὲν οὐδὲν ὅλως τὸ πρῶτον διά τε τὴν τῶν τειχῶν ὀχυρότητα καὶ διʼ ἀρετὴν τῶν ἐμπολιορκουμένων ἔτι γε μὴν ὕδατος ἀπορίαν, ἧς αὐτοὺς ἀπέλυσεν ὄμβρος κατενεχθεὶς πολὺς δυομένης πλειάδος.
238 κατὰ δὲ τὸ βόρειον μέρος τοῦ τείχους, καθʼ ὃ συνέβαινεν αὐτὸ καὶ ἐπίπεδον εἶναι, πύργους ἀναστήσας ἑκατὸν τριωρόφους ἀνεβίβασεν ἐπʼ αὐτοὺς στρατιωτικὰ τάγματα.
239 καὶ προσβολὰς ὁσημέραι ποιησάμενος τάφρον τε βαθεῖαν καὶ πολλὴν τὸ εὖρος καὶ διπλῆν τεμόμενος, ἀπετείχισεν τοὺς ἐνοικοῦντας. οἱ δὲ πολλὰς ἐκδρομὰς ἀντεπινοοῦντες, εἰ μὲν ἀφυλάκτοις που προσπέσοιεν τοῖς πολεμίοις, πολλὰ ἔδρων αὐτούς, αἰσθομένων δὲ ἀνεχώρουν εὐχερῶς.
240 ἐπεὶ δὲ βλαβερὰν κατενόησεν Ὑρκανὸς τὴν πολυανθρωπίαν, ἀναλισκομένων τε τῶν ἐπιτηδείων τάχιον ὑπʼ αὐτῆς καὶ μηδενὸς οἷον εἰκὸς ἐκ πολυχειρίας ἔργου γιγνομένου, τὸ μὲν ἀχρεῖον αὐτῆς ἀποκρίνας ἐξέβαλεν, ὅσον δʼ ἦν ἀκμαῖον καὶ μάχιμον τοῦτο μόνον κατέσχεν.
241 Ἀντίοχος μὲν οὖν τοὺς ἀπολεχθέντας ἐξελθεῖν ἐκώλυεν, οἱ δʼ ἐν τοῖς μεταξὺ τείχεσι κακούμενοι ταῖς βασάνοις ἀπέθνησκον οἰκτρῶς. ἐπιστάσης γε μὴν τῆς σκηνοπηγίας ἑορτῆς ἐλεοῦντες αὐτοὺς οἱ ἐντὸς πάλιν εἰσεδέξαντο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi