Kitap 13
289
μαθητὴς δὲ αὐτῶν ἦν καὶ Ὑρκανὸς καὶ σφόδρα ὑπʼ αὐτῶν ἠγαπᾶτο. καὶ δὴ καλέσας αὐτοὺς ἐφʼ ἑστίασιν καὶ φιλοφρόνως ὑποδεξάμενος, ἐπεὶ σφόδρα ἡδομένους ἑώρα, λέγειν ἤρξατο πρὸς αὐτούς, ὡς ἴσασιν μὲν αὐτὸν βουλόμενον εἶναι δίκαιον καὶ πάντα ποιοῦντα ἐξ ὧν ἀρέσειεν ἂν τῷ θεῷ καὶ αὐτοῖς·
290
οἱ γὰρ Φαρισαῖοι φιλοσοφοῦσιν· ἠξίου γε μήν, εἰ βλέπουσιν αὐτὸν ἁμαρτάνοντα καὶ τῆς ὁδοῦ τῆς δικαίας ἐκτρεπόμενον εἰς αὐτὴν ἐπαναγαγεῖν καὶ ἐπανορθοῦν. τῶν δὲ μαρτυρησάντων αὐτῷ πᾶσαν ἀρετὴν ὁ μὲν ἥσθη τοῖς ἐπαίνοις,
291
εἷς δέ τις τῶν κατακειμένων Ἐλεάζαρος ὄνομα, κακοήθης ὢν φύσει καὶ στάσει χαίρων ἐπεί, φησίν, ἠξίωσας γνῶναι τὴν ἀλήθειαν, θέλεις δὲ εἶναι δίκαιος, τὴν ἀρχιερωσύνην ἀπόθου, καὶ μόνον ἀρκείτω σοι τὸ ἄρχειν τοῦ λαοῦ. τὴν δʼ αἰτίαν αὐτοῦ πυθομένου,
292
διʼ ἣν ἀποθοῖτο τὴν ἀρχιερωσύνην ὅτι, φησίν, ἀκούομεν παρὰ τῶν πρεσβυτέρων αἰχμάλωτόν σου γεγονέναι τὴν μητέρα βασιλεύοντος Ἀντιόχου τοῦ Ἐπιφανοῦς. ψευδὴς λόγος ἦν· καὶ πρὸς αὐτὸν Ὑρκανὸς παρωξύνθη καὶ πάντες δʼ οἱ Φαρισαῖοι σφοδρῶς ἠγανάκτησαν.
293
Τῶν δʼ ἐκ τῶν Σαδδουκαίων τῆς αἱρέσεως, οἳ τὴν ἐναντίαν τοῖς Φαρισαίοις προαίρεσιν ἔχουσιν, Ἰωνάθης τις ἐν τοῖς μάλιστα φίλος ὢν Ὑρκανῷ τῇ κοινῇ πάντων Φαρισαίων γνώμῃ ποιήσασθαι τὰς βλασφημίας τὸν Ἐλεάζαρον ἔλεγεν· καὶ τοῦτʼ ἔσεσθαι φανερὸν αὐτῷ πυθομένῳ παρʼ ἐκείνων, τίνος ἄξιός ἐστιν ἐπὶ τοῖς εἰρημένοις κολάσεως.
294
τοῦ δὲ Ὑρκανοῦ τοὺς Φαρισαίους ἐρομένου, τίνος αὐτὸν ἄξιον ἡγοῦνται τιμωρίας· πειραθήσεσθαι γὰρ οὐ μετὰ τῆς ἐκείνων γνώμης γεγονέναι τὰς βλασφημίας τιμησαμένων αὐτὸν τῷ μέτρῳ τῆς δίκης, πληγῶν ἔφασαν καὶ δεσμῶν· οὐ γὰρ ἐδόκει λοιδορίας ἕνεκα θανάτῳ ζημιοῦν, ἄλλως τε καὶ φύσει πρὸς τὰς κολάσεις ἐπιεικῶς ἔχουσιν οἱ Φαρισαῖοι.
295
πρὸς τοῦτο λίαν ἐχαλέπηνεν καὶ δοκοῦν ἐκείνοις ποιήσασθαι τὰς βλασφημίας τὸν ἄνθρωπον ἐνόμισεν. μάλιστα δʼ αὐτὸν ἐπιπαρώξυνεν Ἰωνάθης καὶ διέθηκεν οὕτως,