Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 13

303 προστίθησιν δὲ τῇ μητρὶ καὶ τὸν ἀδελφὸν Ἀντίγονον, ὃν στέργειν ἐδόκει μάλιστα καὶ κοινωνὸν εἶχεν τῆς βασιλείας, ἐκ διαβολῶν ἀπαλλοτριωθεὶς πρὸς αὐτόν, αἷς τὸ μὲν πρῶτον οὐκ ἐπίστευεν, τὰ μὲν ὑπὸ τοῦ φιλεῖν αὐτὸν οὐ προσέχων τοῖς λεγομένοις, τὰ δὲ καὶ φθονούμενον ἡγούμενος διαβάλλεσθαι.
304 τοῦ δὲ Ἀντιγόνου ποτὲ λαμπρῶς ἀπὸ στρατείας ἐπανελθόντος καὶ τῆς ἑορτῆς, καθʼ ἣν σκηνοπηγοῦσιν τῷ θεῷ, κατʼ ἐκεῖνον τὸν καιρὸν ἐνστάσης, ἔτυχεν τὸν μὲν Ἀριστόβουλον εἰς νόσον καταπεσεῖν, τὸν δὲ Ἀντίγονον ἐπιτελοῦντα τὴν ἑορτὴν ἀναβῆναι λαμπρῶς σφόδρα κεκοσμημένον μετὰ τῶν περὶ αὐτὸν ὁπλιτῶν εἰς τὸ ἱερὸν καὶ τὰ πλείω περὶ τῆς σωτηρίας τἀδελφοῦ εὔχεσθαι,
305 τοὺς δὲ πονηροὺς καὶ διαστῆσαι τὴν ὁμόνοιαν αὐτῶν ἐσπουδακότας ἀφορμῇ χρησαμένους τῇ τε περὶ τὴν πομπὴν τοῦ Ἀντιγόνου φιλοτιμίᾳ καὶ τοῖς ὑπʼ αὐτοῦ κατωρθωμένοις ἐλθεῖν πρὸς τὸν βασιλέα καὶ κακοήθως ἐπὶ τὸ μεῖζον ἐξαίρειν τὰ περὶ τὴν πομπὴν τὴν ἐν τῇ ἑορτῇ,
306 καὶ ὡς οὐ κατʼ ἰδιώτην ἕκαστον ἦν τῶν γινομένων, ἀλλὰ φρονήματος ἔνδειξιν ἔχειν βασιλικοῦ τὰ πραττόμενα, καὶ ὡς κτείνειν αὐτὸν μέλλοι μετὰ στίφους ἐληλυθὼς καρτεροῦ, λογιζόμενον εὐήθως αὐτὸν βασιλεύειν ἐνὸν τιμῆς μεταλαμβάνοντα δοκεῖν μεγάλων τυγχάνειν.
307 Ἀριστόβουλος δὲ τούτοις ἄκων πειθόμενος καὶ τοῦ ἀνύποπτος εἶναι τἀδελφῷ προνοῶν καὶ τῆς ἀσφαλείας ἅμα φροντίζων, διίστησι τοὺς σωματοφύλακας ἔν τινι τῶν ὑπογείων ἀφωτίστῳ, κατέκειτο δὲ ἐν τῇ βάρει μετονομασθείσῃ δὲ Ἀντωνίᾳ, καὶ προσέταξεν ἀνόπλου μὲν ἅπτεσθαι μηδένα, κτείνειν δὲ τὸν Ἀντίγονον, ἂν ὡπλισμένος πρὸς αὐτὸν εἰσίῃ.
308 πέμπει μέντοι πρὸς Ἀντίγονον αὐτὸς ἄνοπλον αὐτὸν ἀξιῶν ἥκειν. ἡ δὲ βασίλισσα καὶ οἱ συνεπιβουλεύοντες αὐτῇ κατʼ Ἀντιγόνου πείθουσι τὸν πεμφθέντα τἀναντία λέγειν, ὡς ὁ ἀδελφὸς ἀκούσας, ὅτι κατασκευάσειεν ὅπλα καὶ κόσμον πολεμικόν, παραγίνεσθαι πρὸς αὐτὸν παρακαλεῖ ὡπλισμένον, ὅπως ἴδοι τὴν κατασκευήν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi