Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 13

316 ὡς δʼ ἀπειλοῦντος καὶ βιαζομένου τοῖς φόβοις τἀληθὲς εἶπον, προχεῖται μὲν αὐτῷ πληγέντι τὴν διάνοιαν ὑπὸ τοῦ συνειδότος πολλὰ δάκρυα, βύθιον δὲ ἀνοιμώξας, οὐκ ἄρʼ, εἶπεν, λήσειν ἐπʼ ἀσεβέσιν οὕτω καὶ μιαροῖς τολμήμασι τὸν θεὸν ἔμελλον, ἀλλά με ταχεῖα ποινὴ συγγενοῦς φόνου μετελήλυθεν.
317 καὶ μέχρι τίνος, ὦ σῶμα ἀναιδέστατον, ψυχὴν ὀφειλομένην ἀδελφοῦ καὶ μητρὸς καθέξεις δαίμοσιν; τί δʼ οὐκ ἀθρόαν αὐτὴν ταύτην ἀποδίδως, κατὰ μέρος δʼ ἐπισπένδω τοὐμὸν αἷμα τοῖς μιαιφονηθεῖσιν;
318 ταῦτʼ εἰπὼν ἐπαποθνήσκει τοῖς λόγοις βασιλεύσας ἐνιαυτόν, χρηματίσας μὲν Φιλέλλην, πολλὰ δʼ εὐεργετήσας τὴν πατρίδα, πολεμήσας Ἰτουραίους καὶ πολλὴν αὐτῶν τῆς χώρας τῇ Ἰουδαίᾳ προσκτησάμενος ἀναγκάσας τε τοὺς ἐνοικοῦντας, εἰ βούλονται μένειν ἐν τῇ χώρᾳ, περιτέμνεσθαι καὶ κατὰ τοὺς Ἰουδαίων νόμους ζῆν.
319 φύσει δʼ ἐπιεικεῖ κέχρητο καὶ σφόδρα ἦν αἰδοῦς ἥττων, ὡς μαρτυρεῖ τούτῳ καὶ Στράβων ἐκ τοῦ Τιμαγένους ὀνόματος λέγων οὕτως· ἐπιεικής τε ἐγένετο οὗτος ὁ ἀνὴρ καὶ πολλὰ τοῖς Ἰουδαίοις χρήσιμος· χώραν τε γὰρ αὐτοῖς προσεκτήσατο καὶ τὸ μέρος τοῦ τῶν Ἰτουραίων ἔθνους ᾠκειώσατο δεσμῷ συνάψας τῇ τῶν αἰδοίων περιτομῇ.
320 Τελευτήσαντος δὲ Ἀριστοβούλου Σαλίνα ἡ γυνὴ αὐτοῦ, λεγομένη δὲ ὑπὸ Ἑλλήνων Ἀλεξάνδρα, λύσασα τοὺς ἀδελφοὺς αὐτοῦ, δεδεμένους γὰρ αὐτοὺς εἶχεν Ἀριστόβουλος, ὡς προειρήκαμεν, Ἰαναῖον τὸν καὶ Ἀλέξανδρον βασιλέα καθίστησιν τὸν καὶ καθʼ ἡλικίαν προύχοντα καὶ μετριότητα,
321 ᾧ καὶ συνέβη γεννηθέντι εὐθὺς μισηθῆναι ὑπὸ τοῦ πατρὸς καὶ μέχρι τῆς τελευτῆς αὐτοῦ μηκέτι εἰς ὄψιν ἀφικέσθαι. τὸ δʼ αἴτιον τοῦ μίσους τοιόνδε λέγεται γενέσθαι·
322 στέργων μάλιστα τῶν παίδων Ὑρκανὸς τοὺς πρεσβυτέρους Ἀντίγονον καὶ Ἀριστόβουλον φανέντα κατὰ τοὺς ὕπνους αὐτῷ τὸν θεὸν ἐπηρώτα, τίς αὐτοῦ τῶν παίδων μέλλει ἔσεσθαι διάδοχος. τοῦ δὲ θεοῦ τοὺς τούτου χαρακτῆρας δείξαντος, λυπηθεὶς ὅτι τῶν ἀγαθῶν αὐτοῦ πάντων οὗτος ἔσται κληρονόμος, γενόμενον εἴασεν ἐν τῇ Γαλιλαίᾳ τρέφεσθαι. ὁ μέντοι θεὸς οὐ διεψεύσατο τὸν Ὑρκανόν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi