Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 13

330 Ἐν τούτῳ δὲ τοὺς Πτολεμαιᾶς Δημαίνετος πιθανὸς ὢν αὐτοῖς τότε καὶ δημαγωγῶν μεταβαλέσθαι τὰς γνώμας ἐποίησεν, ἄμεινον εἶναι φήσας ἐπʼ ἀδήλῳ τῷ γενησομένῳ διακινδυνεύειν πρὸς τοὺς Ἰουδαίους μᾶλλον ἢ φανερὰν εἰσδέξασθαι δουλείαν δεσπότῃ παραδόντας αὑτούς, καὶ πρὸς τούτῳ μὴ τὸν παρόντα μόνον ἔχειν πόλεμον, ἀλλὰ καὶ πολὺ μείζω τὸν ἀπʼ Αἰγύπτου.
331 τὴν γὰρ Κλεοπάτραν οὐ περιόψεσθαι δύναμιν αὐτῷ κατασκευαζόμενον Πτολεμαῖον ἐκ γειτόνων, ἀλλʼ ἥξειν ἐπʼ αὐτοὺς μετὰ μεγάλης στρατιᾶς· σπουδάσαι γὰρ αὐτὴν ὥστε καὶ τῆς Κύπρου τὸν υἱὸν ἐκβαλεῖν· εἶναι δὲ Πτολεμαίῳ μὲν διαμαρτόντι τῆς ἐλπίδος ἀποφυγὴν πάλιν τὴν Κύπρον, αὐτοῖς δὲ κινδύνων τὸν ἔσχατον.
332 ὁ μὲν οὖν Πτολεμαῖος κατὰ τὸν πόρον μαθὼν τὴν τῶν Πτολεμαιῶν μεταβολὴν οὐδὲν ἧττον ἔπλευσεν καὶ καταχθεὶς εἰς τὴν καλουμένην Συκάμινον ἐνταυθοῖ τὴν δύναμιν ἐξεβίβασεν.
333 ἦν δὲ ὁ πᾶς στρατὸς αὐτῷ πεζοί τε ἅμα καὶ ἱππεῦσιν περὶ τρισμυρίους, οὓς προαγαγὼν πλησίον τῆς Πτολεμαΐδος καὶ στρατοπεδευσάμενος, ἐπεὶ μήτε τοὺς παρʼ αὐτοῦ πρέσβεις ἐδέχοντο μήτε τῶν λόγων ἠκροῶντο, μεγάλως ἐφρόντιζεν.
334 Ἐλθόντων δὲ πρὸς αὐτὸν Ζωίλου τε καὶ τῶν Γαζαίων καὶ δεομένων συμμαχεῖν αὐτοῖς πορθουμένης αὐτοῖς τῆς χώρας ὑπὸ τῶν Ἰουδαίων καὶ Ἀλεξάνδρου, λύει μὲν τὴν πολιορκίαν δείσας τὸν Πτολεμαῖον ὁ Ἀλέξανδρος, ἀπαγαγὼν δὲ τὴν στρατιὰν εἰς τὴν οἰκείαν ἐστρατήγει τὸ λοιπὸν λάθρα μὲν τὴν Κλεοπάτραν ἐπὶ τὸν Πτολεμαῖον μεταπεμπόμενος, φανερῶς δὲ φιλίαν καὶ συμμαχίαν πρὸς αὐτὸν ὑποκρινόμενος.
335 καὶ τετρακόσια δὲ ἀργυρίου τάλαντα δώσειν ὑπέσχετο χάριν ἀντὶ τούτων αἰτῶν Ζώιλον ἐκποδὼν ποιήσασθαι τὸν τύραννον καὶ τὴν χώραν τοῖς Ἰουδαίοις προσνεῖμαι. τότε μὲν οὖν ὁ Πτολεμαῖος ἡδέως τὴν πρὸς Ἀλέξανδρον ποιησάμενος φιλίαν χειροῦται τὸν Ζώιλον.
336 ὕστερον δὲ ἀκούσας λάθρα διαπεμψάμενον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ Κλεοπάτραν λύει τοὺς γεγενημένους πρὸς αὐτὸν ὅρκους καὶ προσβαλὼν ἐπολιόρκει τὴν Πτολεμαΐδα μὴ δεξαμένην αὐτόν. καταλιπὼν δʼ ἐπὶ τῆς πολιορκίας στρατηγοὺς καὶ μέρος τι τῆς δυνάμεως αὐτὸς τῷ λοιπῷ τὴν Ἰουδαίαν καταστρεψόμενος ὥρμησεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi