Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 13

388 Μιλησίου δʼ, ὃς καταλέλειπτο τῆς ἄκρας φύλαξ καὶ τῶν Δαμασκηνῶν, παραδόντος αὐτῷ τὴν πόλιν, ἀχάριστος εἰς αὐτὸν γενόμενος καὶ μηδὲν ὧν ἐλπίσας ἐδέξατο αὐτὸν παρασχών, ἀλλὰ τῷ παρʼ αὐτοῦ φόβῳ βουληθεὶς δοκεῖν παραλαβεῖν τὴν πόλιν ἢ τῇ χάριτι τῇ Μιλησίου δωρούμενος αὐτὸν οἷς ἐχρῆν, ὑπωπτεύετο καὶ πάλιν ἐκπίπτει τῆς Δαμασκοῦ·
389 ἐξορμήσαντος γὰρ αὐτοῦ εἰς ἱππόδρομον ἀπέκλεισεν ὁ Μιλήσιος καὶ τὴν Δαμασκὸν Ἀντιόχῳ διεφύλαξεν. ὃς ἀκούσας τὰ περὶ τὸν Φίλιππον ὑπέστρεψεν ἐκ τῆς Ἀραβίας, στρατεύεται δʼ εὐθὺς ἐλθὼν ἐπὶ τὴν Ἰουδαίαν ὁπλίταις μὲν ὀκτακισχιλίοις, ἱππεῦσι δὲ ὀκτακοσίοις.
390 δείσας δὲ Ἀλέξανδρος τὴν ἔφοδον αὐτοῦ τάφρον ὀρύττει βαθεῖαν ἀπὸ τῆς Χαβερσαβᾶ ἀρξάμενος, ἣ νῦν Ἀντιπατρὶς καλεῖται, ἄχρι τῆς εἰς Ἰόππην θαλάσσης, ᾗ καὶ μόνον ἦν ἐπίμαχον· τεῖχός τʼ ἐγείρας καὶ πύργους ἀναστήσας ξυλίνους καὶ μεταπύργια ἐπὶ σταδίους ἑκατὸν ἑξήκοντα ἐξεδέχετο τὸν Ἀντίοχον.
391 ὁ δὲ ταῦτα πάντα ἐμπρήσας διεβίβαζε ταύτῃ τὴν δύναμιν ἐπὶ τὴν Ἀραβίαν. ἀναχωροῦντος δὲ τοῦ Ἄραβος τὰ πρῶτα, ἔπειτα μετὰ μυρίων ἱππέων ἐξαίφνης ἐπιφανέντος ὑπαντήσας τούτοις Ἀντίοχος καρτερῶς ἐμάχετο, καὶ δὴ νικῶν ἀπέθανεν παραβοηθῶν τῷ πονοῦντι μέρει. πεσόντος δʼ Ἀντιόχου καὶ τὸ στράτευμα φεύγει εἰς Κανὰ κώμην, ἔνθα τὸ πλεῖον αὐτῶν λιμῷ φθείρεται.
392 Βασιλεύει δὲ μετʼ αὐτὸν τῆς κοίλης Συρίας Ἀρέτας κληθεὶς εἰς τὴν ἀρχὴν ὑπὸ τῶν τὴν Δαμασκὸν ἐχόντων διὰ τὸ πρὸς Πτολεμαῖον τὸν Μενναίου μῖσος. στρατεύσας δʼ ἐκεῖθεν ἐπὶ τὴν Ἰουδαίαν καὶ περὶ Ἄδιδα χωρίον μάχῃ νικήσας Ἀλέξανδρον ἐπὶ συνθήκαις ἀνεχώρησεν ἐκ τῆς Ἰουδαίας.
393 Ἀλέξανδρος δʼ ἐλάσας αὖθις ἐπὶ Δίαν πόλιν αἱρεῖ ταύτην, καὶ στρατεύσας ἐπὶ Ἔσσαν, οὗ τὰ πλείστου ἄξια Ζήνωνι συνέβαινεν εἶναι, τρισὶν μὲν περιβάλλει τείχεσιν τὸ χωρίον, ἀμαχὶ δὲ λαβὼν τὴν πόλιν ἐπὶ Γαύλαναν καὶ Σελεύκειαν ἐξώρμησεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi