Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 13

28 ὁ δὲ πρὸς τὴν σπουδὴν τῆς πολιορκίας οὐκ ἐνδίδωσιν, ἀλλὰ καρτερῶς ἀντιστὰς Σίμωνα μὲν τὸν ἀδελφὸν ἐν τῇ πόλει καταλείπει τῷ Βακχίδῃ πολεμήσοντα, λάθρα δʼ αὐτὸς εἰς τὴν χώραν ἐξελθὼν καὶ συναγαγὼν χεῖρα πολλὴν παρὰ τῶν τὰ αὐτοῦ φρονούντων νυκτὸς ἐπιπίπτει τῷ τοῦ Βακχίδου στρατοπέδῳ καὶ συχνοὺς αὐτῶν διαφθείρας φανερὸς καὶ τἀδελφῷ Σίμωνι γίνεται τοῖς ἐχθροῖς ἐπιπεσών.
29 καὶ γὰρ οὗτος αἰσθόμενος ὑπʼ αὐτοῦ κτεινομένους τοὺς πολεμίους ἐπέξεισιν αὐτοῖς, καὶ τά τε μηχανήματα τὰ πρὸς τὴν πολιορκίαν ἐνέπρησε τῶν Μακεδόνων καὶ φόνον αὐτῶν ἱκανὸν εἰργάσατο.
30 θεασάμενος δʼ αὑτὸν ὁ Βακχίδης ὑπὸ τῶν ἐχθρῶν ἀπειλημμένον καὶ τοὺς μὲν ἔμπροσθεν αὐτῶν τοὺς δʼ ὄπισθεν προσκειμένους, εἰς ἀθυμίαν ἅμα καὶ ταραχὴν τῆς διανοίας ἐνέπεσεν τῷ παρʼ ἐλπίδας ἀποβάντι τῆς πολιορκίας συγχυθείς.
31 τὸν μέντοι γε ὑπὲρ τούτων θυμὸν εἰς τοὺς φυγάδας, οἳ μετεπέμψαντο παρὰ τοῦ βασιλέως αὐτόν, ἀπέσκηψεν ὡς ἐξηπατηκότας, ἐβούλετο δὲ τελευτήσας τὴν πολιορκίαν, εἰ δυνατόν, εὐπρεπῶς εἰς τὴν οἰκείαν ὑποστρέψαι.
32 Μαθὼν δʼ αὐτοῦ τὴν διάνοιαν Ἰωνάθης πρεσβεύεται πρὸς αὐτὸν περὶ φιλίας καὶ συμμαχίας, ὅπως ἀποδῶσιν ἀλλήλοις οὓς εἰλήφασιν αἰχμαλώτους ἑκάτεροι.
33 νομίσας δὲ ταύτην εὐπρεπεστάτην ὁ Βακχίδης τὴν ἀναχώρησιν σπένδεται πρὸς τὸν Ἰωνάθην φιλίαν, καὶ ὤμοσαν μὴ στρατεύσειν ἔτι κατʼ ἀλλήλων, καὶ τούς τε αἰχμαλώτους ἀποδοὺς καὶ τοὺς οἰκείους κομισάμενος ὑπέστρεψεν εἰς Ἀντιόχειαν πρὸς τὸν βασιλέα καὶ μετὰ ταύτην τὴν ἀναχώρησιν οὐκέτι εἰς τὴν Ἰουδαίαν ἐνέβαλεν.
34 ὁ δὲ Ἰωνάθης ταύτης τῆς ἀδείας λαβόμενος καὶ ποιούμενος ἐν Μαχμᾶ πόλει τὴν δίαιταν αὐτόθι τοῖς ὄχλοις διεῖπε τὰ πράγματα καὶ τοὺς πονηροὺς καὶ ἀσεβεῖς κολάζων ἐκάθηρεν οὕτως ἀπὸ τούτων τὸ ἔθνος.
35 Ἔτει δʼ ἑξηκοστῷ καὶ ἑκατοστῷ τὸν Ἀντιόχου τοῦ Ἐπιφανοῦς υἱὸν Ἀλέξανδρον ἀναβάντα εἰς Συρίαν συνέβη καταλαβέσθαι Πτολεμαΐδα ἐκ προδοσίας τῶν ἔνδον στρατιωτῶν· ἀπεχθῶς γὰρ εἶχον πρὸς τὸν Δημήτριον διὰ τὴν ὑπερηφανίαν αὐτοῦ καὶ τὸ δυσέντευκτον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi