Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 13

36 ἀποκλείσας γὰρ αὑτὸν εἰς τετραπύργιόν τι βασίλειον, ὃ κατεσκεύασεν αὐτὸς οὐκ ἄπωθεν τῆς Ἀντιοχείας, οὐδένα προσίετο, ἀλλὰ περὶ τὰ πράγματα ῥάθυμος ἦν καὶ ὀλίγωρος, ὅθεν αὐτῷ καὶ μᾶλλον τὸ παρὰ τῶν ὑποτεταγμένων μῖσος ἐξήφθη, καθὼς ἤδη καὶ ἐν ἄλλοις δεδηλώκαμεν.
37 γενόμενον οὖν ἐν Πτολεμαΐδι τὸν Ἀλέξανδρον ἀκούσας ὁ Δημήτριος ἦγεν ἅπασαν ἀναλαβὼν ἐπʼ αὐτὸν τὴν δύναμιν. ἔπεμψεν δὲ καὶ πρὸς Ἰωνάθην πρέσβεις περὶ συμμαχίας καὶ εὐνοίας· φθάσαι γὰρ τὸν Ἀλέξανδρον διέγνω, μὴ προδιαλεχθεὶς ἐκεῖνος αὐτῷ σχῇ τὴν παρʼ αὐτοῦ βοήθειαν.
38 τοῦτο δʼ ἐποίει φοβηθείς, μὴ μνησικακήσας ὁ Ἰωνάθης αὐτῷ τῆς ἔχθρας συνεπιθῆται. προσέταξεν οὖν αὐτῷ συναθροίζειν δύναμιν καὶ κατασκευάζειν ὅπλα καὶ τοὺς ὁμήρους, οὓς τῶν Ἰουδαίων ἐνέκλεισε Βακχίδης ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων, ἀπολαβεῖν.
39 τοιούτων οὖν αὐτῷ τῶν παρὰ Δημητρίου προσπεσόντων ὁ Ἰωνάθης παραγενόμενος εἰς τὰ Ἱεροσόλυμα τὴν ἐπιστολὴν ἀνέγνω τοῦ βασιλέως ἀκουόντων τοῦ τε λαοῦ καὶ τῶν φρουρούντων τὴν ἀκρόπολιν.
40 ἀναγνωσθέντων δὲ τούτων οἱ ἀσεβεῖς καὶ φυγάδες οἱ ἐκ τῆς ἀκροπόλεως λίαν ἔδεισαν ἐπιτετροφότος Ἰωνάθῃ τοῦ βασιλέως στρατιὰν συλλέγειν καὶ τοὺς ὁμήρους ἀπολαβεῖν. ὁ δὲ τοῖς γονεῦσιν ἑκάστῳ τὸν ἴδιον ἀπέδωκεν.
41 καὶ οὕτως μὲν Ἰωνάθης ἐν Ἱεροσολύμοις τὴν μονὴν ἐποιεῖτο καινίζων τὰ κατὰ τὴν πόλιν καὶ πρὸς τὴν αὐτοῦ βούλησιν κατασκευάζων ἕκαστον. ἐκέλευσε γὰρ οἰκοδομηθῆναι καὶ τὰ τείχη τῆς πόλεως ἐκ λίθων τετραγώνων, ὡς ἂν ᾖ καὶ πρὸς τοὺς πολέμους ἀσφαλέστερα.
42 ταῦτα δʼ ὁρῶντες οἱ τῶν φρουρίων τῶν ἐν τῇ Ἰουδαίᾳ φύλακες ἐκλιπόντες αὐτὰ πάντες ἔφυγον εἰς Ἀντιόχειαν πάρεξ τῶν ἐν Βαιθσούρᾳ πόλει καὶ τῶν ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων· οὗτοι γὰρ ἡ πλείων μοῖρα τῶν ἀσεβῶν καὶ πεφευγότων Ἰουδαίων ἦσαν καὶ διὰ τοῦτο τὰς φρουρὰς οὐκ ἐγκατέλιπον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi