Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 14

arg Ὡς μετὰ τὸν Ἀλεξάνδρας θάνατον ὁ νεώτερος αὐτῆς τῶν παίδων Ἀριστόβουλος ἐπολέμησεν πρὸς Ὑρκανὸν τὸν ἀδελφὸν περὶ τῆς βασιλείας καὶ κρατήσας αὐτοῦ συνεδίωξεν εἰς τὴν ἐν Ἱεροσολύμοις βᾶριν, ἔπειθ' ὡς συμβάντες ἔκριναν βασιλεύειν μὲν Ἀριστόβουλον, Ὑρκανὸν δὲ ἰδιωτεύειν.
arg περὶ Ἀντιπάτρου καὶ γένους αὐτοῦ καὶ τίνα τρόπον ἐκ μικρᾶς καὶ τῆς τυχούσης ἀφορμῆς εἰς λαμπρότητα καὶ δόξαν ἅμα τοῖς παισὶν προήχθη καὶ μέγεθος δυνάμεως, καὶ ὅτι πείσαντος Ὑρκανὸν Ἀντιπάτρου φυγεῖν ἐξ Ἱεροσολύμων πρὸς Ἀρέταν τὸν τῶν Ἀράβων βασιλέα ἱκέτευσεν ἐλθὼν καταγαγεῖν αὐτὸν εἰς τὴν βασιλείαν γῆν τε πολλὴν δώσειν καὶ χρήματα ὑποσχόμενος.
arg ὡς Ἀρέτας προσδεξάμενος τὸν Ὑρκανὸν ἐστράτευσεν ἐπὶ τὸν Ἀριστόβουλον καὶ συμβαλὼν καὶ κρατήσας τῇ μάχῃ συνεδίωξεν ἐπὶ Ἱεροσόλυμα καὶ περικαθίσας τὸ στρατόπεδον ἐπολιόρκει τὴν πόλιν.
arg ὡς Σκαῦρον πέμψαντος ἀπὸ Ἀρμενίας εἰς Συρίαν Μάγνου Πομπηίου ἧκον πρὸς αὐτὸν ἀπό τε Ὑρκανοῦ καὶ Ἀριστοβούλου πρέσβεις περὶ συμμαχίας παρακαλοῦντες.
arg ὅτι Σκαῦρος τετρακοσίοις διαφθαρεὶς ταλάντοις Ἀριστοβούλῳ προσέθετο.
arg ὡς Ὑρκανὸς καὶ Ἀριστόβουλος περὶ τῆς βασιλείας ἐπὶ Πομπηίου δικαιολογοῦνται.
arg ὡς Πομπηίου εἰς Δαμασκὸν ἐκ τῆς Ἀρμενίας ἐλθόντος Ἀριστόβουλος καὶ Ὑρκανὸς ἐπὶ αὐτὸν ἧκον περὶ τῆς βασιλείας δικαιολογούμενοι.
arg *πομπηίου ὑπέρθεσις διαγνώσεσθαι φήσαντος περὶ ὧν ἀλλήλοις ἐνεκάλουν, ἐπειδὰν εἰς τὴν ἐκείνων χώραν παραγένηται, καὶ ὅτι συνεὶς Ἀριστόβουλος τίνα ἔχει διάνοιαν Πομπήιος ἀνεχώρησεν εἰς Ἰουδαίαν, καὶ ὡς ἀγανακτήσαντος αὐτοῦ καὶ στρατεύσαντος ἐπ' αὐτὸν εἰς Ἀλεξάνδρειον Ἀριστόβουλος ἀνεχώρησεν τὸ φρούριον ὀχυρὸν ὂν καὶ δυσκαταμάχητον.
arg ὡς Πομπήιος τοῦτο συνιδὼν στρατηγήματι χρησάμενος ἔπεισεν τὸν Ἀριστόβουλον καταλιπόντα τὸ φρούριον καταβῆναι πρὸς αὐτὸν ὡς βεβαιωσόμενον αὐτῷ τὴν ἡγεμονίαν, οἷς πεισθέντα καὶ πολλάκις δικαιολογησάμενον πρὸς τὸν ἀδελφὸν ἠνάγκασε τοῖς φουράρχοις τῇ αὐτοῦ χειρὶ γράψαι καὶ παραδοῦναι αὐτῷ τὰ φρούρια.
arg ὡς Ἀριστόβουλος τοῦτο ποιήσας διὰ φόβον ἔπειτα δυσχεράνας ἐπὶ τῷ μηδενὸς ὧν προσεδόκα παρὰ Πομπηίου τυγχάνειν ἀνεχώρησεν εἰς Ἱεροσόλυμα.
1 / 70 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi