Kitap 14
46
Πομπήιος δὲ τούτων ἀκούσας καὶ καταγνοὺς Ἀριστοβούλου βίαν, τότε μὲν αὐτοὺς ἀπέπεμψεν διαλεχθεὶς πρᾴως, ἐλθὼν δʼ εἰς τὴν χώραν αὐτῶν ἔλεγεν διατάξειν ἕκαστα, ἐπειδὰν τὰ τῶν Ναβαταίων πρῶτον ἴδῃ. τέως δὲ ἐκέλευσεν ἡσυχίαν ἄγειν θεραπεύων ἅμα τὸν Ἀριστόβουλον, μὴ τὴν χώραν ἀποστήσῃ καὶ διακλεισθείη τῶν παρόδων.
47
ἔτυχεν μέντοι τοῦτο ἐξ Ἀριστοβούλου γενόμενον· οὐ γὰρ ἀναμείνας οὐδὲν ὧν διελέχθη πρὸς αὐτὸν ὁ Πομπήιος εἰς Δειλον πόλιν ἦλθεν κἀκεῖθεν εἰς τὴν Ἰουδαίαν ἀπῆρεν.
48
Ὀργίζεται δʼ ἐπὶ τούτοις ὁ Πομπήιος, καὶ τὴν ἐπὶ τοὺς Ναβαταίους ἀναλαβὼν στρατιὰν ἔκ τε Δαμασκοῦ καὶ τῆς ἄλλης Συρίας ἐπικουρικὰ σὺν τοῖς ὑπάρχουσιν αὐτῷ Ῥωμαίων τάγμασιν ἐστράτευσεν ἐπὶ τὸν Ἀριστόβουλον.
49
ὡς δὲ παραμειψάμενος Πέλλαν καὶ Σκυθόπολιν εἰς Κορέας ἧκεν, ἥτις ἐστὶν ἀρχὴ τῆς Ἰουδαίας διεξιόντι τὴν μεσόγειον, ἐνταῦθα εἴς τι περικαλλὲς ἔρυμα ἐπʼ ἄκρου τοῦ ὄρους ἱδρυμένον Ἀλεξάνδρειον Ἀριστοβούλου συμπεφευγότος, πέμψας ἐκέλευσεν ἥκειν πρὸς αὐτόν.
50
ὁ δὲ παραινούντων πολλῶν μὴ πολεμεῖν Ῥωμαίοις κάτεισιν καὶ δικαιολογησάμενος πρὸς τὸν ἀδελφὸν περὶ τῆς ἀρχῆς πάλιν εἰς τὴν ἀκρόπολιν ἀναβαίνει Πομπηίου συγχωρήσαντος.
51
καὶ τοῦτʼ ἐποίησεν δὶς καὶ τρίς, ἅμα μὲν κολακεύων τὴν ἀπʼ αὐτοῦ περὶ τῆς βασιλείας ἐλπίδα καὶ πρὸς ἕκαστον ὧν κελεύσειεν Πομπήιος ὑπακούειν ὑποκρινόμενος, ἅμα δὲ ἀναχωρῶν εἰς τὸ ἔρυμα ὑπὲρ τοῦ μὴ καταλύειν αὑτὸν καὶ πρὸς τὸ πολεμεῖν ἀφορμὴν αὑτῷ παρασκευαζόμενος, δεδιὼς μὴ τὴν ἀρχὴν εἰς Ὑρκανὸν περιστήσῃ.
52
κελεύοντος δὲ Πομπηίου παραδιδόναι τὰ ἐρύματα καὶ τοῖς φρουράρχοις ἐπιστέλλειν τῇ ἑαυτοῦ χειρί, παραδέχεσθαι δὲ ἄλλως ἀπείρητο, πείθεται μέν, δυσανασχετῶν δʼ ἀνεχώρησεν εἰς Ἱεροσόλυμα καὶ ἐν παρασκευῇ τοῦ πολεμεῖν ἐγίνετο.
53
καὶ μετʼ οὐ πολὺ Πομπηίῳ στρατιὰν ἐπʼ αὐτὸν ἄγοντι καθʼ ὁδὸν ἀφικόμενοί τινες ἐκ πόντου τὴν Μιθριδάτου τελευτὴν ἐμήνυον τὴν ἐκ Φαρνάκου τοῦ παιδὸς αὐτῷ γενομένην.
54
Στρατοπεδευσάμενος δὲ περὶ Ἱεριχοῦντα, οὗ τὸν φοίνικα συμβέβηκε τρέφεσθαι καὶ τὸ ὀποβάλσαμον μύρων ἀκρότατον, ὃ τῶν θάμνων τεμνομένων ὀξεῖ λίθῳ ἀναπιδύει ὥσπερ ὀπός, ἕωθεν ἐπὶ Ἱεροσολύμων ἐχώρει.