Kitap 14
89
Ταῦτα δὲ διαπραξάμενος κατὰ τὴν χώραν ἐπάνεισιν ἐπὶ τὸ Ἀλεξάνδρειον, καὶ τὴν πολιορκίαν αὐτοῦ κρατύνοντος διαπρεσβεύεται πρὸς αὐτὸν Ἀλέξανδρος συγγινώσκειν τε αὐτῷ τῶν ἡμαρτημένων δεόμενος καὶ παραδιδοὺς τῶν ἐρυμάτων Ὑρκανίαν τε καὶ Μαχαιροῦντα, ὕστερον δὲ καὶ Ἀλεξάνδρειον.
90
καὶ ταῦτα μὲν Γαβίνιος κατέσκαψεν. τῆς δʼ Ἀλεξάνδρου μητρὸς πρὸς αὐτὸν ἐλθούσης, ἣ ἐφρόνει τὰ Ῥωμαίων τοῦ τε ἀνδρὸς αὐτῆς καὶ τῶν ἄλλων τέκνων ἐν Ῥώμῃ ἐχομένων, συνεχώρησεν αὐτῇ ταῦτα ἅπερ ἠξίου, καὶ διοικησάμενος τὰ πρὸς αὐτὴν Ὑρκανὸν κατήγαγεν εἰς Ἱεροσόλυμα σχήσοντα τὴν τοῦ ἱεροῦ ἐπιμέλειαν.
91
πέντε δὲ συνέδρια καταστήσας εἰς ἴσας μοίρας διένειμε τὸ ἔθνος, καὶ ἐπολιτεύοντο οἱ μὲν ἐν Ἱεροσολύμοις οἱ δὲ ἐν Γαδάροις οἱ δὲ ἐν Ἀμαθοῦντι, τέταρτοι δʼ ἦσαν ἐν Ἱεριχοῦντι, καὶ τὸ πέμπτον ἐν Σαπφώροις τῆς Γαλιλαίας. καὶ οἱ μὲν ἀπηλλαγμένοι δυναστείας ἐν ἀριστοκρατίᾳ διῆγον.
92
Ἀριστοβούλου δὲ διαδράντος ἐκ Ῥώμης εἰς τὴν Ἰουδαίαν καὶ τὸ Ἀλεξάνδρειον, ὅπερ ἦν νεωστὶ κατεσκαμμένον, ἀνακτίζειν προαιρουμένου, πέμπει Γαβίνιος ἐπʼ αὐτὸν στρατιώτας καὶ ἡγεμόνας Σισένναν τε καὶ Ἀντώνιον καὶ Σερουίλιον κωλύσοντάς τε τὸ χωρίον αὐτὸν κατασχεῖν καὶ συλληψομένους αὐτόν.
93
πολλοὶ δʼ Ἀριστοβούλῳ τῶν Ἰουδαίων κατὰ τὴν παλαιὰν εὔκλειαν προσέρρεον καὶ δὴ καὶ νεωτέροις χαίροντες ἀεὶ πράγμασιν· Πειθόλαος γοῦν τις ὑποστράτηγος ἐν Ἱεροσολύμοις ὢν μετὰ χιλίων ηὐτομόλησεν πρὸς αὐτόν·
94
οἱ δὲ πολλοὶ τῶν προστιθεμένων ἦσαν ἄνοπλοι. διεγνώκει δʼ εἰς Μαχαιροῦντα ἀπανίστασθαι Ἀριστόβουλος· τούτους μὲν οὖν ἀπέλυσεν ἀπόρους ὄντας· οὐ γὰρ ἐγίνοντο αὐτῷ χρήσιμοι πρὸς τὰ ἔργα· τοὺς δʼ ὡπλισμένους περὶ ὀκτακισχιλίους ὄντας ἀναλαβὼν ᾤχετο.
95
καὶ προσπεσόντων αὐτοῖς τῶν Ῥωμαίων καρτερῶς ἡττῶνται τῇ μάχῃ γενναίως οἱ Ἰουδαῖοι καὶ προθύμως ἀγωνισάμενοι, βιασαμένων τε τῶν πολεμίων εἰς φυγὴν τρέπονται. καὶ φονεύονται μὲν αὐτῶν εἰς πεντακισχιλίους, οἱ δὲ λοιποὶ σκεδασθέντες ὡς ἐδύναντο σώζειν αὑτοὺς ἐπειρῶντο.