Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 14

154 ἐπιμεληθῆναι δὲ τοὺς στρατηγοὺς διαμένοντί τε αὐτῷ καὶ φυλάττοντι τὴν πρὸς ἡμᾶς εὔνοιαν εἶναι πᾶν ὅ τι ἂν ἐπινοήσωμεν εἰς τιμὴν καὶ χάριν τῆς τἀνδρὸς σπουδῆς καὶ φιλοτιμίας, ἵνα τούτων γινομένων φαίνηται ὁ δῆμος ἡμῶν ἀποδεχόμενος τοὺς ἀγαθοὺς καὶ τῆς προσηκούσης ἀμοιβῆς ἀξιῶν καὶ ζηλώσῃ τὴν περὶ ἡμᾶς σπουδὴν τῶν ἤδη τετιμημένων·
155 ἑλέσθαι δὲ καὶ πρέσβεις ἐξ ἁπάντων Ἀθηναίων, οἵτινες τὸ ψήφισμά τε αὐτῷ κομιοῦσι καὶ παρακαλέσουσιν προσδεξάμενον τὰς τιμὰς πειρᾶσθαί τι ποιεῖν ἀγαθὸν ἡμῶν ἀεὶ τὴν πόλιν. αἱ μὲν οὖν παρὰ Ῥωμαίων καὶ τοῦ δήμου τοῦ Ἀθηναίων τιμαὶ πρὸς Ὑρκανὸν τὸν ἀρχιερέα καὶ διὰ τούτων ἡμῖν δεδήλωνται.
156 Καῖσαρ δὲ διοικήσας τὰ κατὰ τὴν Συρίαν ἀπέπλευσεν. ὡς δὲ Καίσαρα προπέμψας ἐκ τῆς Συρίας Ἀντίπατρος εἰς τὴν Ἰουδαίαν ὑπέστρεψεν, ἀνεγείρει μὲν εὐθὺς τὸ τεῖχος ὑπὸ Πομπηίου καθῃρημένον καὶ τὸν κατὰ τὴν χώραν θόρυβον ἐπιὼν κατέστελλεν, ἀπειλῶν τε ἅμα καὶ συμβουλεύων ἠρεμεῖν·
157 τοὺς μὲν γὰρ τὰ Ὑρκανοῦ φρονοῦντας ἐν εὑδίᾳ διάξειν καὶ βιώσεσθαι τῶν ἰδίων ἀπολαύοντας κτημάτων ἀταράχως, προστιθεμένους δὲ ταῖς ἐκ τοῦ νεωτερίζειν ἐλπίσιν καὶ τοῖς ἀπʼ αὐτῶν κέρδεσιν προσανέχοντας αὐτὸν μὲν ἕξειν ἀντὶ προστάτου δεσπότην, Ὑρκανὸν δὲ ἀντὶ βασιλέως τύραννον, Ῥωμαίους δὲ καὶ Καίσαρα πικροὺς ἀνθʼ ἡγεμόνων πολεμίους· οὐ γὰρ ἀνέξεσθαι μετακινούμενον ὃν αὐτοὶ κατέστησαν. ταῦτα λέγων καθίστα τὰ κατὰ τὴν χώραν.
158 Βραδὺν δʼ ὁρῶν καὶ νωθῆ τὸν Ὑρκανὸν Φασάηλον μὲν τὸν πρεσβύτατον τῶν παίδων Ἱεροσολύμων καὶ τῶν πέριξ στρατηγὸν ἀποδείκνυσιν, τῷ δὲ μετʼ αὐτὸν Ἡρώδῃ τὴν Γαλιλαίαν ἐπέτρεψεν νέῳ παντάπασιν ὄντι· πεντεκαίδεκα γὰρ ἐγεγόνει μόνα ἔτη.
159 βλάπτει δὲ οὐδὲν αὐτὸν ἡ νεότης, ἀλλʼ ὢν τὸ φρόνημα γενναῖος ὁ νεανίας ἀφορμὴν εὑρίσκει παραχρῆμα εἰς ἐπίδειξιν τῆς ἀρετῆς. καταλαβὼν γὰρ Ἐζεκίαν τὸν ἀρχιλῃστὴν τὰ προσεχῆ τῆς Συρίας κατατρέχοντα σὺν μεγάλῳ στίφει, τοῦτον συλλαβὼν κτείνει καὶ πολλοὺς τῶν σὺν αὐτῷ λῃστῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi