Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 14

167 καὶ γὰρ Ἡρώδης ὁ παῖς αὐτοῦ Ἐζεκίαν ἀπέκτεινεν καὶ πολλοὺς σὺν αὐτῷ παραβὰς τὸν ἡμέτερον νόμον, ὃς κεκώλυκεν ἄνθρωπον ἀναιρεῖν καὶ πονηρὸν ὄντα, εἰ μὴ πρότερον κατακριθείη τοῦτο παθεῖν ὑπὸ τοῦ συνεδρίου. μὴ λαβὼν δὲ ἐξουσίαν παρὰ σοῦ ταῦτα ἐτόλμησεν.
168 Ὑρκανὸς δὲ ἀκούσας ταῦτα πείθεται· προσεξῆψαν δὲ αὐτοῦ τὴν ὀργὴν καὶ αἱ μητέρες τῶν ὑπὸ Ἡρώδου πεφονευμένων· αὗται γὰρ καθʼ ἑκάστην ἡμέραν ἐν τῷ ἱερῷ παρακαλοῦσαι τὸν βασιλέα καὶ τὸν δῆμον, ἵνα δίκην Ἡρώδης ἐν τῷ συνεδρίῳ τῶν πεπραγμένων ὑπόσχῃ, διετέλουν.
169 κινηθεὶς οὖν ὑπὸ τούτων Ὑρκανὸς Ἡρώδην ἐκάλει δικασόμενον ὑπὲρ ὧν διεβάλλετο. ὁ δὲ ἧκεν τοῦ πατρὸς αὐτῷ παραινέσαντος μὴ ὡς ἰδιώτῃ μετὰ δʼ ἀσφαλείας εἰσελθεῖν καὶ φυλακῆς τῆς περὶ τὸ σῶμα, τά τε κατὰ τὴν Γαλιλαίαν ὡς ἐνόμισεν αὐτῷ συμφέρειν ἀσφαλίσασθαι. τοῦτον τὸν τρόπον ἁρμοσάμενος καὶ μετὰ στίφους ἀποχρῶντος αὐτῷ πρὸς τὴν ὁδόν, ὡς μήτε ἐπίφοβος Ὑρκανῷ δόξειε μετὰ μείζονος παραγενόμενος τάγματος μήτε γυμνὸς καὶ ἀφύλακτος, ᾔει πρὸς τὴν δίκην.
170 Σέξστος μέντοι ὁ τῆς Συρίας ἡγεμὼν γράφει παρακαλῶν Ὑρκανὸν ἀπολῦσαι τὸν Ἡρώδην ἐκ τῆς δίκης καὶ προσαπειλῶν παρακούσαντι. τῷ δʼ ἦν ἀφορμὴ τὸ παρὰ τοῦ Σέξστου γράμμα πρὸς τὸ μηδὲν ἐκ τοῦ συνεδρίου παθόντα ἀπολῦσαι τὸν Ἡρώδην· ἠγάπα γὰρ αὐτὸν ὡς υἱόν.
171 καταστὰς δὲ ἐν τῷ συνεδρίῳ μετὰ τοῦ σὺν αὐτῷ τάγματος Ἡρώδης κατέπληξεν ἅπαντας καὶ κατηγορεῖν ἐθάρρει τὸ λοιπὸν οὐδεὶς τῶν πρὶν ἀφικέσθαι διαβαλλόντων, ἀλλʼ ἦν ἡσυχία καὶ τοῦ τί χρὴ ποιεῖν ἀπορία.
172 διακειμένων δʼ οὕτως εἷς τις Σαμαίας ὄνομα, δίκαιος ἀνὴρ καὶ διὰ τοῦτο τοῦ δεδιέναι κρείττων, ἀναστὰς εἶπεν· ἄνδρες σύνεδροι καὶ βασιλεῦ, εἰς δίκην μὲν οὔτʼ αὐτὸς οἶδά τινα τῶν πώποτε εἰς ὑμᾶς κεκλημένων οὕτω παραστάντα οὔτε ὑμᾶς ἔχειν εἰπεῖν ὑπολαμβάνω, ἀλλὰ πᾶς ὁστισδηποτοῦν ἀφῖκται εἰς τὸ συνέδριον τοῦτο κριθησόμενος ταπεινὸς παρίσταται καὶ σχήματι δεδοικότος καὶ ἔλεον θηρωμένου παρʼ ὑμῶν, κόμην τʼ ἐπιθρέψας καὶ ἐσθῆτα μέλαιναν ἐνδεδυμένος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi