Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 14

232 ἵνα εἴ τινές εἰσιν Ἰουδαῖοι πολῖται Ῥωμαίων τούτοις μηδεὶς ἐνοχλῇ περὶ στρατείας, διὰ τὸ τὸν ὕπατον Λούκιον Κορνήλιον Λέντλον δεισιδαιμονίας ἕνεκα ἀπολελυκέναι τοὺς Ἰουδαίους τῆς στρατείας. διὸ πείθεσθαι ἡμᾶς δεῖ τῷ στρατηγῷ. ὅμοια δὲ τούτοις καὶ Σαρδιανοὶ περὶ ἡμῶν ἐψηφίσαντο.
233 Γάιος Φάννιος Γαΐου υἱὸς στρατηγὸς ὕπατος Κῴων ἄρχουσι χαίρειν. βούλομαι ὑμᾶς εἰδέναι, ὅτι πρέσβεις Ἰουδαίων μοι προσῆλθον ἀξιοῦντες λαβεῖν τὰ συγκλήτου δόγματα τὰ περὶ αὐτῶν γεγονότα. ὑποτέτακται δὲ τὰ δεδογμένα. ὑμᾶς οὖν θέλω φροντίσαι καὶ προνοῆσαι τῶν ἀνθρώπων κατὰ τὸ τῆς συγκλήτου δόγμα, ὅπως διὰ τῆς ὑμετέρας χώρας εἰς τὴν οἰκείαν ἀσφαλῶς ἀνακομισθῶσιν.
234 Λεύκιος Λέντλος ὕπατος λέγει· πολίτας Ῥωμαίων Ἰουδαίους, οἵτινές μοι ἱερὰ ἔχειν καὶ ποιεῖν Ἰουδαϊκὰ ἐν Ἐφέσῳ ἐδόκουν, δεισιδαιμονίας ἕνεκα ἀπέλυσα. τοῦτο ἐγένετο πρὸ δώδεκα καλανδῶν Κουιντιλίων.
235 Λούκιος Ἀντώνιος Μάρκου υἱὸς ἀντιταμίας καὶ ἀντιστράτηγος Σαρδιανῶν ἄρχουσι βουλῇ δήμῳ χαίρειν. Ἰουδαῖοι πολῖται ἡμέτεροι προσελθόντες μοι ἐπέδειξαν αὐτοὺς σύνοδον ἔχειν ἰδίαν κατὰ τοὺς πατρίους νόμους ἀπʼ ἀρχῆς καὶ τόπον ἴδιον, ἐν ᾧ τά τε πράγματα καὶ τὰς πρὸς ἀλλήλους ἀντιλογίας κρίνουσιν, τοῦτό τε αἰτησαμένοις ἵνʼ ἐξῇ ποιεῖν αὐτοῖς τηρῆσαι καὶ ἐπιτρέψαι ἔκρινα.
236 Μᾶρκος Πόπλιος σπιρίου υἱὸς καὶ Μᾶρκος Μάρκου Ποπλίου υἱὸς Λουκίου λέγουσιν. Λέντλῳ τἀνθυπάτῳ προσελθόντες ἐδιδάξαμεν αὐτὸν περὶ ὧν Δοσίθεος Κλεοπατρίδου Ἀλεξανδρεὺς λόγους ἐποιήσατο,
237 ὅπως πολίτας Ῥωμαίων Ἰουδαίους ἱερὰ Ἰουδαϊκὰ ποιεῖν εἰωθότας, ἂν αὐτῷ φανῇ, δεισιδαιμονίας ἕνεκα ἀπολύσῃ· καὶ ἀπέλυσε πρὸ δώδεκα καλανδῶν Κουιντιλίων Λευκίω Λέντλω Γαΐω Μαρκέλλω ὑπάτοις.
238 παρῆσαν Τίτος Ἄμπιος Τίτου υἱὸς Βάλβος Ὁρατία πρεσβευτής, Τίτος Τόνγιος Κροστομίνα, Κόιντος Καίσιος Κοΐντου, Τίτος Πήιος Τίτου υἱὸς Κορνηλία Λογγῖνος, Γάιος Σερουίλιος Γαΐου Τηρητείνα Βρόκχος χιλίαρχος, Πόπλιος Κλούσιος Ποπλίου υἱὸς Ἐτωρία Γάλλος,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi