Kitap 14
arg
ὡς Σίλωνος Ἱεροσόλυμα πολιορκήσαντος ὑπὸ Σοσσίου καὶ Ἡρώδου Ἀντίγονος διεφθάρη.
arg
περιέχει ἡ βίβλος χρόνον ἐτῶν λβ.
1
Τῶν δὲ περὶ Ἀλεξάνδραν τὴν βασίλισσαν καὶ τὸν θάνατον αὐτῆς ἐν τῇ πρὸ ταύτης ἡμῖν βίβλῳ δεδηλωμένων τὰ τούτοις ἀκόλουθα καὶ προσεχῆ νῦν ἐροῦμεν, οὐκ ἄλλου τινὸς ἢ τοῦ μηδὲν παραλιπεῖν τῶν πραγμάτων ἢ διʼ ἄγνοιαν ἢ διὰ κάματον τῆς μνήμης προμηθούμενοι.
2
τὴν γὰρ ἱστορίαν καὶ τὴν μήνυσιν τῶν ἀγνοουμένων τοῖς πολλοῖς πραγμάτων διὰ τὴν ἀρχαιότητα δεῖ μὲν καὶ τὸ τῆς ἀπαγγελίας κάλλος, ὅσον δὴ τοῦτʼ ἔστιν ἔκ τε τῶν ὀνομάτων καὶ τῆς τούτων ἁρμονίας καὶ ὅσα πρὸς τούτοις συμβάλλεται κόσμον τῷ λόγῳ,
3
τοῖς ἀναγνωσομένοις ἔχειν, ὡς ἂν μετὰ χάριτός τινος καὶ ἡδονῆς τὴν ἐμπειρίαν παραλαμβάνοιεν, πάντων δὲ μᾶλλον τῆς ἀκριβείας τοὺς συγγραφεῖς στοχάζεσθαι μηδὲν τοῦ τἀληθῆ λέγειν τοῖς περὶ ὧν οὐκ ἴσασιν αὐτοὶ πιστεύειν αὐτοῖς μέλλουσιν προτιμῶντας.
4
Παραλαβόντος γὰρ τὴν βασιλείαν Ὑρκανοῦ τῷ τρίτῳ ἔτει τῆς ἑβδόμης καὶ ἑβδομηκοστῆς πρὸς ταῖς ἑκατὸν ὀλυμπιάδος, ὑπατεύοντος Ῥωμαίων Κυίντου Ὁρτησίου καὶ Κυίντου Μετέλλου, ὃς δὴ καὶ Κρητικὸς ἐπεκαλεῖτο, πόλεμον εὐθὺς ἐκφέρει πρὸς αὐτὸν Ἀριστόβουλος, καὶ τῆς μάχης αὐτῷ γενομένης πρὸς Ἱεριχοῦντι πολλοὶ τῶν στρατιωτῶν αὐτοῦ πρὸς τὸν ἀδελφὸν αὐτομολοῦσιν.
5
οὗ γενομένου φεύγει πρὸς τὴν ἀκρόπολιν Ὑρκανός, ἔνθα συνέβαινεν κατεῖρχθαι τὴν Ἀριστοβούλου γυναῖκα καὶ τοὺς παῖδας αὐτοῦ ὑπὸ τῆς μητρός, καθὼς προειρήκαμεν, καὶ τοὺς ἀντιστασιώτας δὲ καταφυγόντας εἰς τὸν τοῦ ἱεροῦ περίβολον αἱρεῖ προσβαλών.
6
καὶ λόγους ποιησάμενος πρὸς τὸν ἀδελφὸν περὶ συμβάσεως καταλύεται τὴν ἔχθραν ἐπὶ τῷ βασιλεύειν μὲν Ἀριστόβουλον, αὐτὸν δὲ ζῆν ἀπραγμόνως καρπούμενον ἀδεῶς τὴν ὑπάρχουσαν αὐτῷ κτῆσιν.
7
ταῦτα ἐπὶ τοῖς ἐν τῷ ἱερῷ συνθέμενοι καὶ ὅρκοις καὶ δεξιαῖς πιστωσάμενοι τὰς ὁμολογίας καὶ κατασπασάμενοι τοῦ πλήθους παντὸς ὁρῶντος ἀλλήλους ἀνεχώρησαν, ὁ μὲν εἰς τὰ βασίλεια, Ὑρκανὸς δʼ ὡς ἰδιώτης τυγχάνων εἰς τὴν οἰκίαν τὴν Ἀριστοβούλου.