Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 14

293 εἰπόντων δὲ Κάσσιον τοῦτο προστάξαι, ἐπῄνεσεν τὸ ἔργον, πονηρὸν γὰρ εἶναι πάνυ καὶ τῆς πατρίδος ἐπίβουλον. καὶ Μάλιχος μὲν ταύτην ὑπὲρ τῆς εἰς Ἀντίπατρον παρανομίας δίκην ἐξέτισεν.
294 Κασσίου δʼ ἐκ Συρίας ἀπάραντος ταραχὴ γίνεται κατὰ τὴν Ἰουδαίαν· Ἔλιξ γὰρ ὑπολειφθεὶς ἐν Ἱεροσολύμοις μετὰ στρατιᾶς ὥρμησεν ἐπὶ Φασάηλον ὅ τε δῆμος ἔνοπλος ἦν.
295 Ἡρώδης δὲ παρὰ Φάβιον ἐπορεύετο ἐν Δαμασκῷ στρατηγοῦντα, καὶ βουλόμενος προσδραμεῖν πρὸς τὸν ἀδελφὸν ὑπὸ νόσου κωλύεται, ἕως οὗ Φασάηλος διʼ αὐτοῦ κρείττων Ἔλικος γενόμενος κατακλείει μὲν αὐτὸν εἰς πύργον, εἶτα δὲ ὑπόσπονδον ἀφίησιν, τόν τε Ὑρκανὸν ἐμέμφετο πολλὰ μὲν εὖ παθόντα ὑπʼ αὐτῶν συμπράττοντα δὲ τοῖς ἐχθροῖς.
296 ὁ γὰρ ἀδελφὸς Μαλίχου τότε ἀποστήσας οὐκ ὀλίγα χωρία ἐφρούρει καὶ Μάσαδαν τὸ πάντων ἐρυμνότατον. ἐπὶ μὲν οὖν τοῦτον ῥαΐσας Ἡρώδης ἐκ τῆς νόσου παραγίνεται καὶ ἀφελόμενος αὐτοῦ πάντα ὅσα εἶχεν χωρία ὑπόσπονδον ἀπέλυσεν.
297 Ἀντίγονον δὲ τὸν Ἀριστοβούλου στρατιὰν ἀθροίσαντα καὶ Φάβιον τεθεραπευκότα χρήμασιν κατῆγεν Πτολεμαῖος ὁ Μενναίου διὰ τὸ κήδευμα. συνεμάχει δʼ αὐτῷ καὶ Μαρίων, ὃν Τυρίων καταλελοίπει τύραννον Κάσσιος· τυραννίσι γὰρ διαλαβὼν τὴν Συρίαν οὗτος ὁ ἀνὴρ ἐφρούρησεν.
298 ὁ δὲ Μαρίων καὶ εἰς τὴν Γαλιλαίαν ὅμορον οὖσαν ἐνέβαλεν καὶ τρία καταλαβὼν ἐρύματα διὰ φρουρᾶς εἶχεν. ἐλθὼν δὲ καὶ ἐπὶ τοῦτον Ἡρώδης ἅπαντα μὲν αὐτὸν ἀφείλετο, τοὺς δὲ Τυρίων φρουροὺς φιλανθρώπως ἀπέλυσεν ἔστιν οἷς καὶ δωρεὰς δοὺς διὰ τὸ πρὸς τὴν πόλιν εὔνουν.
299 ταῦτα διαπραξάμενος ὑπήντησεν Ἀντιγόνῳ καὶ μάχην αὐτῷ συνάψας νικᾷ καὶ ὅσον οὔπω τῶν ἄκρων ἐπιβάντα τῆς Ἰουδαίας ἐξέωσεν. εἰς Ἱεροσόλυμα δὲ παραγενόμενον στεφάνοις ἀνέδουν Ὑρκανός τε καὶ ὁ δῆμος.
300 ἐγεγάμβρευτο δʼ ἤδη καθʼ ὁμολογίαν τῷ Ὑρκανοῦ γένει καὶ διὰ τοῦτο μᾶλλον αὐτοῦ προειστήκει μέλλων ἄγεσθαι τὴν Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου θυγατέρα, Ὑρκανοῦ δὲ θυγατριδῆν, ἐξ ἧς πατὴρ μὲν γίνεται τριῶν ἀρρένων, δύο δὲ θηλειῶν. ἦκτο δὲ πρότερον καὶ γυναῖκα δημότιν Δῶριν ὄνομα ἐκ τοῦ ἔθνους, ἐξ ἧς αὐτῷ πρεσβύτατος γίνεται Ἀντίπατρος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi