Kitap 14
309
ἴδιον ἥγημαι καταδραμόντων δὲ τὴν Ἀσίαν ἅπασαν τῶν ἐναντιωθέντων ἡμῖν τε καὶ τῷ δήμῳ τῶν Ῥωμαίων καὶ μήτε πόλεων μήτε ἡρῴων ἀποσχομένων μήτε ὅρκους οὓς ἐποιήσαντο φυλαξάντων, ἡμεῖς ὡς οὐχ ὑπὲρ ἰδίου μόνον ἀγῶνος, ἀλλʼ ὡς ὑπὲρ ἁπάντων κοινοῦ, τοὺς αἰτίους καὶ τῶν εἰς ἀνθρώπους παρανομιῶν καὶ τῶν εἰς θεοὺς ἁμαρτημάτων ἠμυνάμεθα, διʼ ἃ καὶ τὸν ἥλιον ἀπεστράφθαι δοκοῦμεν, ὃς καὶ αὐτὸς ἀηδῶς ἐπεῖδεν τὸ ἐπὶ Καίσαρι μύσος.
310
ἀλλὰ τὰς ἐπιβουλὰς αὐτῶν τὰς θεημάχους, ἃς ὑπεδέξατο ἡ Μακεδονία καθάπερ ἴδιος αὐτοῖς τῶν ἀνοσίων τολμημάτων ἀήρ, καὶ τὴν σύγχυσιν τῆς ἡμιμανοῦς κακοηθείας κατὰ Φιλίππους τῆς Μακεδονίας συνεκρότουν, καὶ τόπους εὐφυεῖς καταλαμβανόμενοι μέχρι θαλάσσης ἀποτετειχισμένους ὄρεσιν, ὡς πύλῃ μιᾷ τὴν πάροδον ταμιεύεσθαι, τῶν θεῶν αὐτοὺς ἐπὶ τοῖς ἀδίκοις ἐγχειρήμασιν κατεψηφισμένων ἐκρατήσαμεν.
311
καὶ Βροῦτος συμφυγὼν εἰς Φιλίππους καὶ συγκλεισθεὶς ὑφʼ ἡμῶν ἐκοινώνησεν Κασσίῳ τῆς ἀπωλείας. τούτων κεκολασμένων εἰρήνης τὸ λοιπὸν ἀπολαύσειν ἐλπίζομεν καὶ ἀναπεπαῦσθαι τὴν Ἀσίαν ἐκ τοῦ πολέμου.
312
κοινὴν οὖν ποιούμεθα καὶ τοῖς συμμάχοις τὴν ὑπὸ θεοῦ δοθεῖσαν ἡμῖν εἰρήνην· ὥσπερ οὖν ἐκ νόσου μεγάλης τὸ τῆς Ἀσίας σῶμα νῦν διὰ τὴν ἡμετέραν νίκην ἀναφέρειν. ἔχων τοίνυν καὶ σὲ διὰ μνήμης καὶ τὸ ἔθνος αὔξειν φροντίσω τῶν ὑμῖν συμφερόντων.
313
ἐξέθηκα δὲ καὶ γράμματα κατὰ πόλεις, ὅπως εἴ τινες ἐλεύθεροι ἢ δοῦλοι ὑπὸ δόρυ ἐπράθησαν ὑπὸ Γαΐου Κασσίου ἢ τῶν ὑπʼ αὐτῷ τεταγμένων ἀπολυθῶσιν οὗτοι, τοῖς τε ὑπʼ ἐμοῦ δοθεῖσιν καὶ Δολαβέλλα φιλανθρώποις χρῆσθαι ὑμᾶς βούλομαι. Τυρίους τε κωλύω βιαίους εἶναι περὶ ὑμᾶς καὶ ὅσα κατέχουσιν Ἰουδαίων ταῦτα ἀποκαταστῆσαι κελεύω. τὸν δὲ στέφανον ὃν ἔπεμψας ἐδεξάμην.
314
Μᾶρκος Ἀντώνιος αὐτοκράτωρ Τυρίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. ἐμφανισάντων μοι ἐν Ἐφέσῳ Ὑρκανοῦ τοῦ ἀρχιερέως καὶ ἐθνάρχου πρεσβευτῶν καὶ χώραν αὐτῶν ὑμᾶς κατέχειν λεγόντων, εἰς ἣν ἐνέβητε κατὰ τὴν τῶν ἐναντιουμένων ἡμῖν ἐπικράτειαν,