Kitap 14
345
Φασαήλῳ μὲν οὖν παρῄνουν τινὲς εὐθὺς ἀφιππάσασθαι καὶ μὴ περιμένειν, μάλιστα μέντοι πρὸς ταῦτα αὐτὸν Ὀφέλλιος ἐνῆγεν, ὃς ἀκηκόει παρὰ Σαραμάλλα τοῦ πλουσιωτάτου τῶν ἐν Συρίᾳ τότε καὶ πλοῖα πρὸς τὴν φυγὴν ὑπισχνεῖτο· ἐγγὺς γὰρ ἦν ἡ θάλασσα.
346
ὁ δὲ Ὑρκανὸν ἀπολιπεῖν οὐκ ἠξίου οὐδὲ παρακινδυνεύειν τἀδελφῷ· προσελθὼν δὲ πρὸς τὸν Βαζαφράνην οὐ δίκαια ποιεῖν αὐτὸν ἔλεγεν τοιαῦτα βουλευόμενον περὶ αὐτῶν· χρημάτων τε γὰρ δεομένῳ πλείονα ἔσεσθαι παρʼ αὐτοῦ ὧν Ἀντίγονος δίδωσιν, καὶ ἄλλως δεινὸν εἶναι πρὸς αὐτὸν ἐπὶ πίστει συνελθόντας πρεσβευτὰς ἀποκτεῖναι μηδὲν ἀδικοῦντας.
347
ὁ δὲ βάρβαρος ταῦτα λέγοντος ὤμνυεν μηδὲν ἀληθὲς εἶναι τῶν ὑπονοουμένων, ἀλλὰ ψευδεῖς αὐτὸν ὑποψίας ταράξαι, ἀπῄει τε πρὸς Πάκορον.
348
Οἰχομένου δὲ τῶν Πάρθων ἐδέσμευόν τινες Ὑρκανὸν καὶ Φασάηλον πολλὰ τῆς ἐπιορκίας κακίζοντα τοὺς Πάρθους. ὁ δʼ ἐπὶ τὸν Ἡρώδην ἀπεσταλμένος εὐνοῦχος ἐντολὰς εἶχεν προαγαγὼν αὐτὸν ἔξω τοῦ τείχους συλλαμβάνειν.
349
ἔτυχον δὲ ἄγγελοι παρὰ Φασαήλου πεμφθέντες ἐπὶ δηλώσει τῆς τῶν Πάρθων ἀπιστίας, οὓς τῶν πολεμίων συλλαβόντων γνοὺς Ἡρώδης πρόσεισι Πακόρῳ καὶ Πάρθων τοῖς δυνατοῖς ὡς οὖσιν τῶν ἄλλων δεσπόταις.
350
οἱ δὲ τὸ πᾶν εἰδότες ὑπεκρίνοντο δολερῶς καὶ δεῖν αὐτὸν ἔφασαν μετὰ σφῶν ἐξελθόντα πρὸ τοῦ τείχους ὑπαντᾶν τοῖς τὰ γράμματα κομίζουσιν· οὐδέπω γὰρ αὐτοὺς εἰλῆφθαι πρὸς τῶν ἀντιστασιωτῶν, ἥκειν μέντοι δηλοῦντας ὅσα κατορθώσειε Φασάηλος.
351
τούτοις Ἡρώδης οὐκ ἐπίστευσεν· ἀκηκόει γὰρ τὴν σύλληψιν τἀδελφοῦ παρʼ ἑτέρων· καὶ παραινούσης δὲ τῆς Ὑρκανοῦ θυγατρός, ἧς ἐγγεγύητο τὴν παῖδα, ἔτι μᾶλλον ὑπώπτευε τοὺς Πάρθους. οἱ μὲν οὖν ἄλλοι ταύτῃ οὐ προσεῖχον, αὐτὸς δʼ ἐπίστευεν λίαν ἔμφρονι γυναικί.
352
Βουλευομένων δὲ τῶν Πάρθων, τί χρὴ ποιεῖν, οὐ γὰρ ἤρεσκεν αὐτοῖς ἐκ τοῦ φανεροῦ ἐπιχειρεῖν ἀνδρὶ τηλικούτῳ, καὶ ὑπερθεμένων εἰς τὴν ὑστεραίαν, ἐν τοιαύταις ταραχαῖς Ἡρώδης γενόμενος καὶ μᾶλλον οἷς ἤκουσεν περὶ τἀδελφοῦ καὶ τῆς Πάρθων ἐπιβουλῆς ἢ τοῖς ἐναντίοις προστιθέμενος, ἑσπέρας ἐπελθούσης ἔγνω ταύτῃ πρὸς φυγὴν χρήσασθαι καὶ μὴ διαμέλλειν ὡς ἐπʼ ἀδήλοις τοῖς ἀπὸ τῶν πολεμίων κινδύνοις.