Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 14

381 Ἀντώνιον δʼ οἶκτος εἰσέρχεται τῆς Ἡρώδου μεταβολῆς, καὶ τῷ κοινῷ χρησάμενος λογισμῷ περὶ τῶν ἐν ἀξιώματι τοσούτῳ καθεστώτων ὡς κἀκείνων ὑποκειμένων τῇ τύχῃ, τὰ μὲν κατὰ μνήμην τῆς Ἀντιπάτρου ξενίας,
382 τὰ δὲ καὶ ὑπὸ χρημάτων ὧν αὐτῷ δώσειν Ἡρώδης, εἰ γένοιτο βασιλεύς, ὑπέσχετο καθὼς καὶ πρότερον τετράρχης ἀπεδέδεικτο, πολὺ μέντοι μᾶλλον διὰ τὸ πρὸς Ἀντίγονον μῖσος, στασιαστὴν γὰρ καὶ Ῥωμαίοις ἐχθρὸν αὐτὸν ὑπελάμβανεν, πρόθυμος ἦν οἷς Ἡρώδης παρεκάλει συλλαμβάνεσθαι.
383 Καῖσαρ μὲν οὖν καὶ διὰ τὰς Ἀντιπάτρου στρατείας, ἃς κατʼ Αἴγυπτον αὐτοῦ τῷ πατρὶ συνδιήνεγκεν, καὶ τὴν ξενίαν καὶ τὴν ἐν ἅπασιν εὔνοιαν, καὶ χαριζόμενος δὲ Ἀντωνίῳ σφόδρα περὶ τὸν Ἡρώδην ἐσπουδακότι, πρὸς τὴν ἀξίωσιν καὶ τὴν ὧν ἐβούλετο Ἡρώδης συνεργίαν ἑτοιμότερος ἦν.
384 συναγαγόντες δὲ τὴν βουλὴν Μεσσάλας καὶ μετʼ αὐτὸν Ἀτρατῖνος, παραστησάμενοι τὸν Ἡρώδην τάς τε τοῦ πατρὸς εὐεργεσίας αὐτοῦ διεξῄεσαν καὶ ἣν αὐτὸς πρὸς Ῥωμαίους εἶχεν εὔνοιαν ὑπεμίμνησκον, κατηγοροῦντες ἅμα καὶ πολέμιον ἀποφαίνοντες τὸν Ἀντίγονον οὐκ ἐξ ὧν τὸ πρῶτον προσέκρουσεν αὐτοῖς μόνον, ἀλλʼ ὅτι καὶ παρὰ Πάρθων τὴν ἀρχὴν λάβοι Ῥωμαίους ὑπεριδών.
385 τῆς δὲ βουλῆς ἐπὶ τούτοις παρωξυμμένης παρελθὼν Ἀντώνιος ἐδίδασκεν αὐτούς, ὡς καὶ πρὸς τὸν κατὰ Πάρθων πόλεμον Ἡρώδην βασιλεύειν συμφέρει. καὶ δόξαν τοῦτο πᾶσι ψηφίζονται.
386 Καὶ τοῦτο τὸ μέγιστον ἦν τῆς Ἀντωνίου περὶ τὸν Ἡρώδην σπουδῆς, ὅτι μὴ μόνον αὐτῷ τὴν βασιλείαν οὐκ ἐλπίζοντι περιεποιήσατο, οὐ γὰρ πρὸς αὐτὸν ἀνέβη ταύτην αἰτησόμενος, οὐ γὰρ ἐνόμιζεν αὐτῷ τοὺς Ῥωμαίους παρέξειν τοῖς ἐκ τοῦ γένους ἔθος ἔχοντας αὐτὴν διδόναι,
387 ἀλλὰ διὰ τὸ τῷ τῆς γυναικὸς ἀδελφῷ λαβεῖν ἀξιώσων Ἀλεξάνδρῳ υἱωνῷ τυγχάνοντι πρὸς μὲν πατρὸς Ἀριστοβούλου πρὸς δὲ μητρὸς Ὑρκανοῦ, ἀλλʼ ὅτι καὶ ἑπτὰ ταῖς πάσαις ἡμέραις παρέσχεν αὐτῷ τυχόντι τῶν οὐδὲ προσδοκηθέντων ἀπελθεῖν ἐκ τῆς Ἰταλίας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi