Kitap 14
14
Ἐπειδὴ τοίνυν ὁ Ἀντίπατρος οὐ προσέχοντα ἑώρα τοῖς λόγοις τὸν Ὑρκανόν, οὐ διέλιπεν ἑκάστης ἡμέρας πλαττόμενος καὶ διαβάλλων πρὸς αὐτὸν τὸν Ἀριστόβουλον ὡς ἀποκτεῖναι θέλοντα, καὶ μόλις ἐγκείμενος πείθει πρὸς Ἀρέταν αὐτῷ συμβουλεύσας φυγεῖν τὸν Ἀράβων βασιλέα· πεισθέντι γὰρ ἔσεσθαι καὶ αὐτὸς σύμμαχος ὑπισχνεῖτο.
15
ὁ δὲ ταῦτʼ ἀκούων συμφέρειν ἦν ἐπὶ τῷ πρὸς τὸν Ἀρέταν ἀποδρᾶναι, ἔστιν δὲ ὅμορος τῇ Ἰουδαίᾳ Ἀραβία, καὶ δὴ πέμπει πρῶτον Ὑρκανὸς πρὸς τὸν τῶν Ἀράβων βασιλέα τὸν Ἀντίπατρον ληψόμενον πίστεις, ὡς οὐκ ἐκδώσει τοῖς ἐχθροῖς ἱκέτην αὐτοῦ γενόμενον.
16
λαβὼν δὲ τὰς πίστεις ὁ Ἀντίπατρος ὑπέστρεψε πρὸς Ὑρκανὸν εἰς Ἱεροσόλυμα, καὶ μετʼ οὐ πολὺ παραλαβὼν αὐτὸν καὶ τῆς πόλεως ὑπεξελθὼν νύκτωρ καὶ πολλὴν ἀνύσας ὁδὸν ἧκεν ἄγων εἰς τὴν καλουμένην Πέτραν, ὅπου τὰ βασίλεια ἦν τῷ Ἀρέτᾳ.
17
μάλιστα δὲ ὢν φίλος τῷ βασιλεῖ κατάγειν τὸν Ὑρκανὸν εἰς τὴν Ἰουδαίαν παρεκάλει· καὶ τοῦθʼ ἑκάστης ἡμέρας ποιῶν καὶ οὐκ ἀνιείς, ἀλλὰ καὶ δωρεὰς προϊέμενος, πείθει τὸν Ἀρέταν.
18
οὐ μὴν ἀλλὰ καὶ Ὑρκανὸς ὑπέσχετο αὐτῷ καταχθεὶς καὶ τὴν βασιλείαν κομισάμενος ἀποδώσειν τήν τε χώραν καὶ τὰς δώδεκα πόλεις, ἃς Ἀλέξανδρος ὁ πατὴρ αὐτοῦ τῶν Ἀράβων ἀφείλετο. ἦσαν δʼ αὗται Μήδαβα, Λιββα, Ναβαλώθ, Ἀραβαθα, Γαλανθώνη, Ζωϊρα, Ὠρωναιδιγωβασιλισσαρυδδα, Αλουσα, Ωρυβδα.
19
Τούτων αὐτῷ τῶν ὑποσχέσεων γενομένων ὁ Ἀρέτας ἐστράτευσεν ἐπὶ τὸν Ἀριστόβουλον μετὰ πέντε μυριάδων ἱππέων ἅμα καὶ πεζῆς στρατιᾶς, καὶ νικᾷ τῇ μάχῃ. πολλῶν δὲ μετὰ τὴν νίκην πρὸς Ὑρκανὸν αὐτομολησάντων μονωθεὶς ὁ Ἀριστόβουλος ἔφυγεν εἰς Ἱεροσόλυμα.
20
ὁ δὲ τῶν Ἀράβων βασιλεὺς πᾶσαν τὴν στρατιὰν ἀγαγὼν καὶ προσβαλὼν τῷ ἱερῷ τὸν Ἀριστόβουλον ἐπολιόρκει προστιθεμένου καὶ τοῦ δήμου τῷ Ὑρκανῷ καὶ συμπολιορκοῦντος αὐτῷ, μόνων δὲ τῶν ἱερέων τῷ Ἀριστοβούλῳ προσμενόντων.
21
ὁ μὲν οὖν Ἀρέτας ἑξῆς βαλόμενος στρατόπεδα τῶν Ἀράβων καὶ τῶν Ἰουδαίων ἰσχυρῶς ἐνέκειτο τῇ πολιορκίᾳ. τούτων δὲ γινομένων κατὰ τὸν καιρὸν τῆς τῶν ἀζύμων ἑορτῆς, ἣν πάσχα λέγομεν, οἱ δοκιμώτατοι τῶν Ἰουδαίων ἐκλιπόντες τὴν χώραν εἰς Αἴγυπτον ἔφυγον.