Kitap 14
470
Μετὰ δὲ πολλῆς προθυμίας καὶ ἔριδος ἅτε σύμπαντος ἠθροισμένου τοῦ πλήθους οἱ Ἰουδαῖοι τοῖς περὶ τὸν Ἡρώδην ἀντεπολέμουν κατειληθέντες ἐντὸς τοῦ τείχους, πολλά τε ἐπεφήμιζον περὶ τὸ ἱερὸν καὶ πολλὰ ἐπʼ εὐφημίᾳ τοῦ δήμου, ὡς ῥυσομένου τῶν κινδύνων αὐτοὺς τοῦ θεοῦ.
471
τά τε ἐκτὸς τῆς πόλεως ἀπεσκευάσαντο, ὡς μηδʼ ὅσα τροφὴ δύναιτο εἶναι ὑπολιπεῖν ἢ ἀνθρώποις ἢ ὑποζυγίοις, λῃστείαις τε λάθρα χρώμενοι ἀπορίαν παρέσχον.
472
ταῦτα δʼ Ἡρώδης συνιδὼν πρὸς μὲν τὰς λῃστείας ἐν τοῖς ἐπικαιροτάτοις τόποις παρελόχιζεν, πρὸς δὲ τὰ ἐπιτήδεια πέμπων ὁπλιτικὰ τέλη πόρρωθεν ἀγορὰν συνεκόμιζεν, ὡς ὀλίγου χρόνου πολλὴν ἀφθονίαν αὐτοῖς γενέσθαι τῶν ἀναγκαίων.
473
ἦρτο δὲ συνεχῶς ἤδη πολλῆς χειρὸς ἐργαζομένης καὶ τὰ τρία χώματα εὐπετῶς· θέρος τε γὰρ ἦν καὶ οὐδὲν ἐμποδὼν πρὸς τὴν ἀνάστασιν οὔτʼ ἀπὸ τοῦ ἀέρος οὔτʼ ἀπὸ τῶν ἐργαζομένων, τά τε μηχανήματα προσάγοντες κατέσειον τὸ τεῖχος καὶ πάσαις ἐχρῶντο πείραις.
474
οὐ μὴν ἐξέπληττον τοὺς ἔνδον, ἀλλὰ ἀντετεχνῶντο κἀκεῖνοι πρὸς τὰ παρὰ τούτων γινόμενα οὐκ ὀλίγα, ἐπεκθέοντές τε τὰ μὲν ἡμίεργα ἐνεπίμπρασαν τὰ δʼ ἐξειργασμένα, εἴς τε χεῖρας ἰόντες οὐδὲν κακίους τὰς τόλμας Ῥωμαίων ἦσαν, ἐπιστήμῃ δʼ ἐλείποντο.
475
πρός τε τὰς μηχανὰς ἀντετείχιζον ἐρειπομένων τῶν πρώτων οἰκοδομημάτων, ὑπὸ γῆν τε ἀπαντῶντες ἐν ταῖς μεταλλεύσεσιν διεμάχοντο, ἀπονοίᾳ δὲ τὸ πλέον ἢ προμηθείᾳ χρώμενοι προσελιπάρουν τῷ πολέμῳ εἰς τοὔσχατον, καὶ ταῦτα μεγάλου στρατοῦ περικαθημένου σφᾶς καὶ λιμῷ ταλαιπωρούμενοι καὶ σπάνει τῶν ἐπιτηδείων· τὸν γὰρ ἑβδοματικὸν ἐνιαυτὸν συνέβη κατὰ ταῦτʼ εἶναι.
476
ἀναβαίνουσιν δὲ ἐπὶ τὸ τεῖχος πρῶτον μὲν λογάδες εἴκοσι, ἔπειτα δὲ ἑκατόνταρχοι Σοσσίου· ᾑρέθη γὰρ τὸ μὲν πρῶτον τεῖχος ἡμέραις τεσσαράκοντα, τὸ δὲ δεύτερον πεντεκαίδεκα· καί τινες τῶν περὶ τὸ ἱερὸν ἐνεπρήσθησαν στοῶν, ἃς Ἡρώδης Ἀντίγονον ἐμπρῆσαι διέβαλεν, μῖσος αὐτῷ πραγματευόμενος παρὰ τῶν Ἰουδαίων γενέσθαι.