Kitap 15
82
Ἡρώδης δὲ θερμῶς ἀεὶ καὶ ἐρωτικῶς πρὸς τὴν Μαριάμμην ἔχων εὐθὺς ἐξετετάρακτο καὶ τὴν ζηλοτυπίαν οὐκ ἔφερεν, ἐπικρατούμενος δʼ ἀεὶ τοῦ μὴ προπετές τι ποιῆσαι διὰ τὸν ἔρωτα, συντόνῳ τῷ πάθει καὶ τῷ ζήλῳ παρωξυμμένος ἰδίᾳ τὴν Μαριάμμην ἀνέκρινεν ὑπὲρ τῶν πρὸς τὸν Ἰώσηπον.
83
ἀπομνυμένης δʼ ἐκείνης καὶ πάνθʼ ὅσα τῇ μηδὲν ἁμαρτούσῃ προσῆν εἰς ἀπολογίαν καταλογιζομένης, ἀνεπείθετο κατὰ μικρὸν ὁ βασιλεὺς καὶ μετέβαινεν ἐκ τῆς ὀργῆς ἡττώμενος τῆς περὶ τὴν γυναῖκα φιλοστοργίας, ὡς ἀπολογεῖσθαι περὶ ὧν ἔδοξεν ἀκούσας πεπιστευκέναι καὶ περὶ τῆς κοσμιότητος αὐτῇ πολλὴν ὁμολογεῖν χάριν.
84
αὐτός τε ὅπως ἔχοι στοργῆς καὶ εὐνοίας πρὸς αὐτὴν ἀνωμολογεῖτο καὶ τέλος, ὡς ἐν τοῖς ἐρωτικοῖς φιλεῖ, προύπιπτον εἰς δάκρυα μετὰ πολλῆς σπουδῆς ἐμπεφυκότες ἀλλήλοις.
85
ἀεὶ δὲ καὶ μᾶλλον τοῦ βασιλέως πιστουμένου τὴν αὐτοῦ διάθεσιν οὐ φιλοῦντος, εἶπεν ἡ Μαριάμμη, τὸ κατὰ τὴν ἐντολήν, εἰ πάσχοι τι χαλεπὸν ὑπʼ Ἀντωνίου, κἀμὲ συναπολέσθαι τὴν οὐδενὸς αἰτίαν .
86
τούτου προπεσόντος τοῦ λόγου περιπαθήσας ὁ βασιλεὺς εὐθὺς μὲν ἐκ τῶν χειρῶν αὐτὴν ἀφῆκεν, ἐβόα δὲ καὶ τῶν αὐτὸς ἑαυτοῦ τριχῶν ἐδράττετο, περιφανὲς φώριον ἔχειν τῆς τοῦ Ἰωσήπου πρὸς αὐτὴν κοινωνίας λέγων·
87
οὐ γὰρ ἂν ἐξειπεῖν ἃ κατʼ ἰδίαν ἤκουσεν μὴ μεγάλης αὐτοῖς πίστεως ἐγγενομένης. οὕτως δʼ ἔχων ὀλίγου μὲν ἀπέκτεινε τὴν γυναῖκα, νικώμενος δὲ τῷ πρὸς αὐτὴν ἔρωτι ταύτης μὲν τῆς ὁρμῆς ἐκράτησεν ἑαυτοῦ διακαρτερήσας ὀδυνηρῶς καὶ δυσχερῶς, τὸν μέντοι Ἰώσηπον οὐδʼ εἰς ὄψιν ἐλθόντα διαχρήσασθαι προσέταξεν καὶ τὴν Ἀλεξάνδραν ὡς ἁπάντων παραιτίαν δήσας ἐφύλαττεν.
88
Ἐν δὲ τούτῳ καὶ τὰ περὶ τὴν Συρίαν ταραχὰς εἶχεν οὐκ ἀνιείσης τῆς Κλεοπάτρας τὸν Ἀντώνιον μὴ πᾶσιν ἐπιχειρεῖν· ἔπειθεν γὰρ ἀφαιρούμενον ἑκάστων τὰς δυναστείας αὐτῇ διδόναι καὶ πλεῖστον ἴσχυεν ἐκ τῆς ἐκείνου πρὸς αὐτὴν ἐπιθυμίας.
89
φύσει δὲ πλεονεξίᾳ χαίρουσα παρανομίας οὐδὲν ἔλιπεν, τὸν μὲν ἀδελφόν, ᾧ τὴν βασιλείαν ᾔδει γενησομένην, προανελοῦσα φαρμάκοις πεντεκαιδέκατον ἔτος ἔχοντα, τὴν δʼ ἀδελφὴν Ἀρσινόην ἱκετεύουσαν ἐν Ἐφέσῳ πρὸς τῷ τῆς Ἀρτέμιδος ἀποκτείνασα διʼ Ἀντωνίου·