Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 15

126 οὕτως οὖν ἐχόντων ἐπῆγεν ὁ βασιλεὺς λόγῳ τε πείθων τοὺς ἡγεμόνας καὶ πειρώμενος ἀναλαμβάνειν αὐτῶν πεπτωκότα τὰ φρονήματα. προδιακινήσας δὲ καὶ παραθαρρύνας τινὰς τῶν ἀμεινόνων ἐτόλμησεν ἤδη καὶ τῷ πλήθει διαλέγεσθαι πρότερον ὀκνῶν αὐτό, μὴ καὶ χαλεπῷ χρήσηται διὰ τὰς ἀτυχίας. παρεκάλει δὲ τοιούτους ποιούμενος εἰς τὸν ὄχλον τοὺς λόγους·
127 οὐκ ἀγνοῶ μὲν, ἄνδρες, ὅτι πολλὰ παρὰ τόνδε τὸν καιρὸν γεγένηται πρὸς τὰς πράξεις ἡμῖν ἐναντιώματα, καὶ θαρρεῖν εἰκὸς ἐν τοῖς τοιούτοις οὐδὲ τοὺς πλεῖστον ἀνδραγαθίᾳ διενηνοχότας.
128 ἀλλʼ ἐπειδὴ κατεπείγει τε πολεμεῖν καὶ τῶν γεγονότων οὐδέν ἐστιν τοιοῦτον, ὃ μὴ διʼ ἑνὸς ἔργου καλῶς πραχθέντος ἐπανορθώσεται, παρακαλέσαι προειλόμην ὑμᾶς ἅμα καὶ διδάξαι διʼ ὧν ἂν ἐμμείναιτε τοῖς οἰκείοις φρονήμασιν.
129 βούλομαι δὲ πρῶτον μὲν ὑπὲρ τοῦ πολεμεῖν ὡς δικαίως αὐτὸ ποιοῦμεν ἐπιδεῖξαι, διὰ τὴν ὕβριν τῶν ἐναντίων ἠναγκασμένοι· μέγιστον γὰρ εἰ μάθοιτε τοῦτο προθυμίας ὑμῖν αἴτιον ἔσται· μετὰ δὲ τοῦτο δεῖξαι, διότι καὶ τῶν ἐν ἡμῖν δεινὸν οὐδέν ἐστιν καὶ πλείστας εἰς τὸ νικᾶν ἔχομεν τὰς ἐλπίδας.
130 ἄρξομαι δʼ ἀπὸ τοῦ πρώτου μάρτυρας ὑμᾶς ποιούμενος ὧν λέγω· τὴν γὰρ τῶν Ἀράβων παρανομίαν ἴστε μὲν δήπου καὶ πρὸς τοὺς ἄλλους ἅπαντας οὕτως ἀπίστως διακειμένων, ὡς εἰκὸς ἔχειν τὸ βάρβαρον καὶ ἀνεννόητον θεοῦ, πλεῖστα μέντοι προσέκρουσαν ἡμῖν πλεονεξίᾳ καὶ φθόνῳ καὶ ταῖς ταραχαῖς ἐφεδρεύοντες ἐξ ὑπογύου.
131 καὶ τὰ μὲν πολλὰ τί δεῖ λέγειν; ἀλλὰ κινδυνεύοντας αὐτοὺς τῆς οἰκείας ἀρχῆς ἐκπεσεῖν καὶ δουλεύειν Κλεοπάτρᾳ τίνες ἄλλοι τοῦ δέους ἀπήλλαξαν; ἡ γὰρ ἐμὴ πρὸς Ἀντώνιον φιλία κἀκείνου πρὸς ἡμᾶς διάθεσις αἰτία γεγένηται μηδὲ τούτους ἀνήκεστόν τι παθεῖν, φυλαττομένου τἀνδρὸς μηδὲν ἐπιτηδεύειν, ὃ δύναιτʼ ἂν ὕποπτον ἡμῖν γενέσθαι.
132 βουληθέντος δὲ ὅμως Κλεοπάτρᾳ μέρη τινὰ παρασχεῖν ἀφʼ ἑκατέρας τῆς ἀρχῆς, καὶ τοῦτο διῳκησάμην ἐγώ, καὶ πολλὰ δῶρα δοὺς ἰδίᾳ τὸ μὲν ἀσφαλὲς ἀμφοτέροις ἐπορισάμην, τὰς δὲ δαπάνας αὐτὸς ἀνέλαβον, διακόσια μὲν δοὺς τάλαντα, διακοσίων δʼ ἐγγυητὴς γενόμενος, ἃ τῇ μὲν προσοδευομένῃ γέγονεν, αὐτοὶ δʼ ὑπὸ τούτων ἀπεστερήμεθα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi