Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 15

140 πότερον ἀνδραγαθία τοῦτʼ ἔστιν ἐκείνων ἢ δευτέρα παρανομία καὶ ἐνέδρα; τί οὖν ἔλαττον φρονοῦμεν ἐφʼ οἷς μείζους ἔχειν δεῖ τὰς ἐλπίδας; πῶς δʼ ἂν καταπλαγείημεν τοὺς ὅταν μὲν ἐξ ἀληθείας ἀγωνίζωνται πάντοτε νικωμένους, ὅταν δὲ κρατεῖν νομισθῶσιν ἐξ ἀδικίας αὐτὸ ποιοῦντας;
141 πῶς δʼ ἄν, εἰ καὶ γενναίους ἡγεῖταί τις αὐτούς, οὐ παρʼ αὐτὸ τοῦτο καὶ μᾶλλον ὁρμηθείη; τὸ γὰρ εὔψυχον οὐκ ἐν τῷ τοῖς ἀσθενεστέροις ἐπιχειρεῖν, ἀλλʼ ἐν τῷ δύνασθαι καὶ τῶν ἰσχυροτέρων κρατεῖν.
142 εἰ δέ τινα καταπλήξεται τὰ οἰκεῖα πάθη καὶ τὰ περὶ τὸν σεισμὸν συμβεβηκότα, πρῶτον μὲν ἐννοηθήτω, διότι τοῦτʼ αὐτὸ καὶ τοὺς Ἄραβας ἐξαπατᾷ μείζω τὰ γενόμενα τῆς ἀληθείας ὑπειληφότας, ἔπειτα ὡς οὐ καλὸν ἐκείνοις τε τόλμης καὶ ἡμῖν δειλίας τὴν αὐτὴν αἰτίαν γενέσθαι·
143 οἱ μὲν γὰρ οὐκ ἐξ οἰκείου τινὸς ἀγαθοῦ τὸ εὔψυχον ἔχουσιν, ἀλλʼ ἐκ τῆς περὶ ἡμᾶς ὡς κάμνοντας ἤδη τοῖς κακοῖς ἐλπίδος, ἡμεῖς δὲ χωρήσαντες ἐπʼ αὐτοὺς παραιρησόμεθα μὲν ἐκείνων τὸ μεῖζον φρονεῖν, ἀναληψόμεθα δʼ αὐτοὶ τὸ μηκέτι θαρροῦσιν μάχεσθαι.
144 καὶ γὰρ οὔτε κεκακώμεθα τοσοῦτον οὔθʼ, ὅπερ οἴονταί τινες, ὀργὴν θεοῦ παρέχει τὸ γεγονός, ἀλλὰ ταῦτα συμπτώματα γίνεται καὶ πάθη τινά. καὶ εἰ κατὰ θεοῦ γνώμην πέπρακται, δῆλον ὡς καὶ πέπαυται κατὰ τὴν ἐκείνου γνώμην ἀρκουμένου τοῖς γεγονόσιν· βουλόμενος γὰρ ἔτι μᾶλλον ἀδικεῖν, οὐκ ἂν μετεβάλετο.
145 τὸν δὲ πόλεμον ὅτι καὶ θέλει τοῦτον ἐνεργεῖσθαι καὶ δίκαιον οἶδεν, δεδήλωκεν αὐτός· ἐνίων γὰρ ἐν τῷ σεισμῷ περὶ τὴν χώραν ἀπολομένων οὐδεὶς οὐδὲν ἔπαθεν τῶν ἐν τοῖς ὅπλοις, ἀλλὰ πάντες ἐσώθητε, φανερὸν ποιοῦντος τοῦ θεοῦ, διότι κἂν εἰ πανδημεὶ μετὰ τέκνων καὶ γυναικῶν ἐστρατεύεσθε, περιῆν ἂν ὑμῖν μηδὲν ἀνήκεστον παθεῖν.
146 ταῦτα ἐνθυμηθέντες καὶ τὸ μεῖζον ὅτι παρὰ πάντα καιρὸν προϊστάμενον ἔχετε τὸν θεόν, ἐπεξέλθετε δικαίαις ἀνδραγαθίαις τοὺς ἀδίκους μὲν πρὸς φιλίαν, ἀσπόνδους δὲ ἐν ταῖς μάχαις, ἀνοσίους δὲ εἰς πρέσβεις, ἀεὶ δὲ τῆς ὑμετέρας ἀρετῆς ἡττημένους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi